Η μάχη της Ανδρασού σε χρονογραφικό έργο της εποχής
ὁ δὲ πατρίκιος καὶ δομέστικος τῆς Ἑῴας ἐκ προσώπου τοῦ ἀδελφοῦ αὐτοῦ πεμφθεὶς ἐν τῇ ἀνατολῇ διὰ τὸ μὴ εὑρεῖν τὸν ἄθεον Χαμβδᾶν ἀσκέπαστον τὴν ἀνατολὴν καὶ ἐλάσαι κοῦρσα καὶ αἰχμαλωτίσαι καὶ πραιδεῦσαι τὴν ῾Ρωμαϊκὴν γῆν. καὶ ἐνωθεὶς τῷ στρατηγῷ Καππαδοκίας Κωνσταντίνῳ τῷ πατρικίῳ Μαλεΐνῳ καὶ τοῖς λοιποῖς στρατηγοῖς μετὰ τῶν ταγμάτων, καὶ τὴν ἐκστρατείαν τοῦ ἀλαζόνος ἐπιτυχὼν εἰς τὸν τόπον Ἀνδρασσὸν λεγόμενον, συμβαλὼν κατὰ κράτος νενίκηκε, καὶ καταπολεμήσας καὶ εἰς φυγὴν τρέψας. ἦν τότε θεάσασθαι νεκροὺς σκυλευομένους καὶ ἀναιρουμένους τοὺς ἀλαζόνας Ἀγαρηνούς, καὶ εἰς φυγὴν τρεπομένους, καὶ ἐν ἀνδραπόδων λόγῳ τούτους ζωγρουμένους καὶ μήτε ἁρμάτων [ἢ ἵππων] ἢ φαρίων ἢ χρημάτων ἢ συγγενῶν μεταποιουμένους· ἀλλ’ ἕκαστος ἀπὸ τῆς οἰκείας συμφορᾶς ἑαυτὸν περιέσωζεν. τότε δὴ τότε ὁ ἀλαζὼν καὶ ὑπερήφανος Χαμβδᾶς ἐχειροῦτο σταθέντος καὶ ὀκλάσαντος τοῦ φάρα οὗ τινὸς ἐπέβαινεν, εἰ μὴ ὁ μαγαρίτης Ἰωάννης ὁ ἄνθρωπος αὐτοῦ ἀποβὰς τοῦ ἰδίου φάρα ἐπέδοτο, αὐτοῦ κρατηθέντος καὶ τοῦ ἀλαζόνος περισωθέντος. πάντα δὲ τοῦ πολέμου κρατηθέντος λάφυρα ἅμα τῶν ζωγρηθέντων ἀρνητῶν τοῦ Χριστοῦ εἰς τὸ Βυζάντιον ἀπηνέγκατο καὶ ἐν τῷ θριάμβῳ ἐπόμπευσεν.
Συνεχισταί Θεοφάνους, Χρονογραφία, ed. I. Bekker, Theophanes Continuatus (Bonn 1838), σελ. 479.15 - 480.12.
Περιγραφή της συντριβής του Σαΰφ αντ-Ντάουλα στο ιστορικό έργο του Λέοντος Διακόνου
ἐνέδραις οὖν διειλήφει τὴν ὁδόν, ἀποτόμους τὰς ἀκρωρείας προβαλλομένην, κρημνώδεις τε καὶ σηραγγώδεις ὡς τὰ πολλὰ, τὰς ὑπωρείας δὲ βαραθρώδεις τε καὶ ἀμφιλαφεῖς πρέμνων τε καὶ παντοδαπῶν ἰδέαις φυτῶν. ταύτῃ προλοχίσας ὁ στρατηγὸς καθῆστο, τὴν τῶν βαρβάρων προσμένων ἐπήλυσιν. ὁ δὲ Χαμβδᾶν, τῷ τε πλήθει τῶν ἐφεπομένων καὶ ταῖς φάλαγξι σοβαρευόμενος καὶ γαυρούμενος, τῇ τε τῶν λαφύρων πλησμονῇ καὶ τῇ τῶν αἰχμαλώτων ἀπαγωγῇ ἐπαιρόμενός τε καὶ βρενθυνόμενος, πολλὰς κατὰ θάτερα τὰς ἐπεξελάσεις ἐποιεῖτο, ἐφ’ ἵππου θηλείας καὶ μέγεθος καὶ δρόμον ὑπερφυοῦς ἐποχούμενος, καὶ τῆς στρατιᾶς πη μὲν οὐραγῶν, πη δὲ προοδεύων, καὶ τὸ δόρυ σείων, καὶ ταῖς αὔραις μεθιείς, εἶτ’ αὖθις μεθέλκων πρὸς ἑαυτὸν κραδαινόμενον. ἐπεὶ δὲ τὴν ἱππήλατον ὁδὸν διελθὼν ταῖς δυσχωρίαις προσέβαλλε, καὶ τοῖς στενωτάτοις καὶ ἀνωμάλοις συνειληθέντες τῶν τόπων οἱ βάρβαροι τὴν φάλαγγα διελύσαντο, καὶ ὥς πη ἐνὸν ἦν ἑκάστῳ, κατὰ κρημνώδη διῄεσαν, τηνικαῦτα ταῖς σάλπιγξι τὸ ἐνυάλιον ὑποσημήνας ὁ στρατηγὸς καὶ τῶν λόχων διαναστήσας τοὺς ἀμφ’ αὐτὸν, ὑπηντίαζε τοῖς βαρβάροις. Καὶ πάντες ἐπὶ τῶν ξιφῶν εἶχον τὰς δεξιάς, καὶ ταῦτα σπασάμενοι ἐπιστροφάδην ἔκτεινον τὸ ἀντίπαλον κεκμηκὸς τῇ ὁδοιπορίᾳ, ἀκμῆτες αὐτοὶ τούτῳ πελάζοντες. καὶ κἂν καὶ αὐτὸς ὁ Χαμβδᾶν ἥλω μικροῦ πρὸς τῶν ῾Ρωμαίων δορυάλωτος· εἰ μή, τὴν ἄλλως ἀγχίνους ὢν κἀν τοῖς ἀπόροις ὀξὺς ἐννοῆσαι τὰ δέοντα, τὸν ὃν ἐπεφέρετο ἄργυρον καὶ χρυσὸν χύδην ἐπὶ τῆς ἀταρπιτοῦ διασπείρειν προσέταξεν· ᾧ καὶ περισπάσας τὴν τῶν ῾Ρωμαίων ὁρμήν, ἀσχοληθέντων τῇ τοῦ χρυσοῦ συλλογῇ, μετ’ ὀλίγων ὑπασπιστῶν μόγις τὸν τοιοῦτον διαπέφυγε κίνδυνον. λέγεται δὲ τοσοῦτον αὐτουργηθῆναι φόνον τοῦ βαρβαρικοῦ πλήθους πρὸς τῶν ῾Ρωμαίων κατὰ τουτονὶ τὸν πόλεμον, ὡς πολλαχοῦ τῶν χώρων ἐκείνων σωρείας ἀνθρωπείων ὀστῶν ὁρᾶσθαι μέχρι καὶ νῦν. ἐπεὶ δὲ τοιούτοις τροπαίοις καὶ στρατηγήμασι τὴν πολυάνθρωπον πληθὺν τῶν βαρβάρων ὁ στρατηγὸς ἠγωνίσατο καὶ διέφθειρε, καὶ τὸ ὑψαύχενον τοῦ Χαμβδᾶν καὶ τετυφωμένον εἰς ἀγεννῆ καὶ ἄνανδρον δειλίαν καὶ φυγαδείαν κατέσπασε καὶ συνέκλεισε, τοὺς ἀμφ’ αὐτὸν συναγηοχὼς καὶ τὴν λείαν ἐπισυνάξας, ὅση τε ἦν βαρβαρικὴ, καὶ ὁπόση ῾Ρωμαϊκὴ ἐκ τῆς προνομῆς τοῖς βαρβάροις συνήθροιστο, ταύτης τὸ πλεῖστον τῇ στρατιᾷ διένειμε· καὶ τοὺς αἰχμαλώτους ἐφοδιάσας ἐπὶ τὰ σφῶν ἤθη ἀποτρέχειν ἐξέπεμπε· τοὺς δὲ τῷ πολέμῳ ληφθέντας πέδαις ἀσφαλισάμενος τῶν Ἀγαρηνῶν, ἐπαιώνιζεν ἐπινίκια, καὶ τῇ προνοίᾳ τὰς εὐχαριστηρίους ἐσπένδετο προσευχὰς, καὶ πρὸς τὴν αὐτοκράτορα δυναστείαν ἠπείγετο, θριαμβεύσων εἰς τὸ Βυζάντιον. ὁ δὲ στρατὸς ἐν κρότοις εἶχε τὸν στρατηγὸν, ἀγάμενοι τοῦτον ὡς τὸ εἰκὸς, καὶ ἄνδρα ἐπιφημίζοντες, οἷον μὴ φέρειν ἄλλον τὴν τότε γενεάν, καὶ τῆς εὐτυχίας αὐτὸν ἐξεθείαζον, κατὰ ῥοῦν αὐτῷ προχωροῦντα τὰ τῶν πολέμων ὁρῶντες ὡς μάλιστα. ὁ δὲ κατειληφὼς τὸ Βυζάντιον, ἐπεὶ μετὰ πλείστης ὅτι λείας καὶ μυρίων δορυαλώτων Ἀγαρηνῶν εἰσῄει, ὑπεδέχθη τε ὑπὸ τοῦ αὐτοκράτορος ῾Ρωμανοῦ φιλοτίμως, κἀπὶ τοῦ θεάτρου θριαμβεύσας, τῷ πλήθει τῶν ἀνδραπόδων καὶ τῶν λαφύρων τοὺς θεωμένους ἐξέπληξεν· ἀμοιβάς τε καὶ τιμάς, ἀναλογούσας τοῖς πόνοις, παρὰ τοῦ κράτους ἀπείληφεν. ἀλλ’ οὕτω μὲν ὁ στρατηγὸς Λέων τὴν Ἀσίαν ἔσωσε, καταγωνισάμενος τὸν Χαμβδᾶν, φυγάδα τε καὶ ἀλήτην ἀπεργασάμενος.
Λέων Διάκονος, Ιστορία, ed. C.B. Hase, Leonis Diaconi Caloensis Historiae libri decem (Bonn 1828), σελ. 22.2 - 24.8.
Ο ιστορικός Ιωάννης Σκυλίτζης περιγράφει τη μάχη της Ανδρασού
ἔτι δὲ τοῦ Νικηφόρου τῇ Κρήτῃ ἐνδιατρίβοντος, ἵνα μὴ τὴν ἑῴαν κατατρέχοιεν οἱ τῆς ἀνατολῆς Ἄραβες, καὶ μᾶλλον Χαμβδᾶν ὁ τοῦ Χάλεπ ἀμηρᾶς, πολεμικὸς ὢν καὶ τῶν ἄλλων δραστηριώτερος, Λέοντα τὸν Φωκᾶν τὸν τοῦ Νικηφόρου ἀδελφὸν μάγιστρον τιμήσας ὁ ῾Ρωμανὸς τὴν τοῦ δομεστίκου διακονίαν διέπειν ἀπέστειλεν. οὗτος δὲ διαπεράσας καὶ τῷ Χαμβδᾶν συναντήσας ἔν τινι χωρίῳ Ἀδρασσῷ λεγομένῳ τρέπεται τοῦτον κατὰ κράτος καὶ ἀφανισμῷ παραδίδωσι, τῶν μὲν ἐν τῇ προσβολῇ πεσόντων οὐδ’ ἀριθμῷ καθυποβληθῆναι δυναμένων, τῶν δὲ ἁλόντων καὶ ἐν τῇ πόλει πεμφθέντων τοσοῦτον ἦν τὸ πλῆθος, ὡς πληρῶσαι δούλων καὶ τὰς ἀστικὰς οἰκίας καὶ τοὺς ἀγρούς. μόνος δὲ ὁ τούτων ἀρχηγὸς Χαμβδᾶν σὺν ὀλίγοις λίαν τὸν κίνδυνον διαδρὰς εἰς τὰ οἰκεῖα ἤθη ἀνεκομίσθη. εἰσελθόντα δὲ τὸν Λέοντα μάλα φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέξατο ἐπινικίοις τε θριάμβοις τετίμηκε καὶ γερῶν τῶν κατ’ ἀξίαν ἠξίωσε τιμήσας καὶ προβιβάσας καὶ πάντας τοὺς σὺν αὐτῷ ἀριστεύσαντας.
Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, ed. I. Thurn, Ioannis Scylitzae Synopsis Historiarum. Corpus Fontium Historiae Byzantinae 5 (Berlin-New York 1973), σελ. 250.47-61.
Στρατιωτικό εγχειρίδιο του τέλους του 10ου αιώνα αναφέρεται στις βυζαντινές επιτυχίες εναντίον του Σαΰφ αντ-Ντάουλα
Καὶ ὡς ἐντεῦθεν δύο κακὰ προσγένωνται τοῖς ἐχθροῖς· ἓν μέν, ταλαιπωρηθῆναι τῷ τῶν πολλῶν ἡμερῶν διαστήματι, καταλιποῦσι τὰ τούτων ἄπληκτα καὶ τὴν εὐθεῖαν ὁδόν· ἕτερον δέ, τὸ καὶ ἀπώλειαν αὐτοῖς ἐπάγον, τὸ αὐτοὺς μὲν δειλανδρῆσαι καὶ ἀθυμίᾳ ὑποβληθῆναι· τοὺς δὲ <῾Ρωμαίους> προθυμωτέρους καὶ εὐτολμωτέρους πρὸς τὸν κατ’ αὐτῶν πόλεμον γενέσθαι. οἷον δὴ καὶ ἐν τοῖς ἄνω χρόνοις Ἀλὴ τῷ υἱῷ τοῦ Χαμβδᾶ ἐκ τρίτου παθεῖν συμβέβηκεν· δὶς μὲν ἐν τοῖς χρόνοις τοῦ ἀοιδίμου καὶ τρισμάκαρος Κωνσταντίνου τοῦ Πορφυρογεννήτου βασιλέως, ἅπαξ δὲ ἐπὶ τοῦ καλοῦ βασιλέως ῾Ρωμανοῦ τοῦ μακαρίτου υἱοῦ αὐτοῦ. καὶ πάντες σχεδὸν τὴν τότε γενομένην πανολεθρίαν τῶν ἀρνητῶν τοῦ Χριστοῦ ἀκριβῶς ἐπίστανται.
Περί Παραδρομής Πολέμου, ed. G.T. Dennis, Three Byzantine Military Treatises. Corpus Fontium Historiae Byzantinae 25 (Washington 1985), σελ. 3.45-55.