Το έργο του Θεοφύλακτου ως μητροπολίτη Nικομηδείας
(8.) Καὶ ὁ μὲν τούτων Μιχαὴλ ὁ ἱερώτατος τὴν Συνάδων, ὁ δὲ ἅγιος πατὴρ ἡμῶν Θεοφύλακτος τὴν Νικομηδέων ἔλαχε διϊθύνειν μητρόπολιν. Τότε δὴ τότε ἦν ἀληθῶς ἰδεῖν ἱερέα Θεοῦ δικαιο σύνην ἐνδεδυμένον, καὶ ὅσιον ἀγαλλιάσει κεκοσμημένον, καὶ ἔργῳ καὶ λόγῳ τοῖς τοῦ διδασκάλου ἴχνεσιν ἐφεπόμενον, καὶ τὸν λόγον τῆς ἀληθείας ὀρθοτομοῦντα, καὶ τὴν πίστιν ἀκραιφνῆ τηροῦντα καὶ ἀδιάπτωτον, ὅσιον, ἄκακον, μακρόθυμον, πρᾷον, ἀόργητον, φιλάνθρωπον, καὶ ἐλεήμονα δειχθέντα, ᾧ καὶ μαρτυροῦσι τὰ πράγματα. οἴκους γὰρ ἀνεγείρας ἐν ταύτῃ τῇ πόλει διωρόφους, καὶ εὐκτήριον ναὸν ἐπ’ ὀνόματι τῶν ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ τε καὶ Δαμιανοῦ ἐν αὐτοῖς δειμάμενος κάλλιστον, κλίνας τε καὶ στρωμνὰς ἀποθέμενος τούτοις, καὶ ὅσα τοῖς δεομένοις ἐπαρκεῖν οἶδεν ὁ λόγος, ἀπόμοιράν τε οὐκ ὀλίγην αὐτοῖς προσκυρώσας, περιφανὲς φροντιστήριον ἀπετέλεσεν, ἰατροὺς καὶ ὑπηρέτας καταστησάμενος καὶ τὴν ἄλλην ἅπασαν χρείαν, ἧς ὁ ἐνδεὴς ἐπαρκεῖται λάος• ὅπερ ἰατρεῖον ἐξ ἐκείνου καὶ μέχρι τῆς δεῦρο περίεστι, τὸ πρὸς τοὺς δεομένους εὐσυμπάθητόν τε καὶ φιλάνθρωπον τοῦ πατρὸς σαφῶς ἐνδεικνύμενον. Χηρῶν γὰρ ἀνὴρ πνεύματι, καὶ πατὴρ ὀρφανῶν, καὶ τῶν καθ’ ἥντινα αἰτίαν ἀπορουμένων, ἐλέους χορηγὸς δαψιλέστατος ἐγνωρίζετο• καὶ τούτων πρὸς ὄνομα, γένος, πατρίδα, ἰδέαν, ἐγγράφως ἐκθέμενος, ἑκάστῳ μηνὶ τὴν τροφὴν πᾶσιν ἐδίδου ἀπαράσπαστόν τε καὶ ἀδιάλειπτον, ὃ καὶ εἰσέτι διετηρήθη παρὰ τῶν κατὰ διαδοχὰς ἱερατεύειν ἐκεῖσε λαχόντων. Ταῦτα μὲν οὕτως.
Βίος Θεοφυλάκτου, επιμ. S. Vogt, “Saint Théophylacte de Nicomédie”, Analecta Bollandiana 50 Βίος Θεοφυλάκτου, επιμ. S. Vogt, “Saint Théophylacte de Nicomédie”, Analecta Bollandiana 50 (1932), σελ. 67-82, ιδ. σελ. 75 §8. (BHG 2451).