Nicephori Blemmydae, Curriculum vitae et carmina (Περὶ τῶν κατ’ αὐτόν διήγησις μερική):
“παρῆν μεθ’ ἑτέρων λογάδων καὶ ὁ Καρύκης Δημήτριος, ὁ κριτὴς καὶ σεβαστὸς καὶ τῶν φιλοσόφων ὕπατος καὶ μέγας ἐν λογισταῖς∙ οὕτω πολλοὶς ἀξιώμασι διὰ τὸν λόγον κατεσεμνύετο∙ καὶ ἡμῶν δὲ πότε πολὺ νεαζόντων ἔτι λογικῶς καθηγήσατο∙ γηραιὸς γὰρ ἦν καὶ πολυμαθής∙ ἐπιτάττεται παρὰ τοῦ κρατοῦντος, εἴ τίς ἐστιν ἐν λόγοις ἕξις ἡμῖν, γνωρίσαι ταύτην καὶ παραστῆσαι∙ καὶ ὃς ἀφιλοσόφως βασκαίνων καὶ πανουργῶν δεῖξαι πειρᾶται μηδὲν ἐπισταμένους ἡμᾶς∙ τοιγαροῦν καὶ ἡμεῖς ταῖς αὐτοῦ πανουργίαις αὐτὸν ἀντιδεξιούμεθα, τρόπον ἕτερον ὡς οὐκ ἔδει μετὰ στρεβλοῦ διαστρέφοντες∙ ἐπεὶ γὰρ τοιαύτην ἐπέρρηξε πρότασιν∙ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν μακάριος ἀνήρ ἐστι”
Nicephori Blemmydae, Curriculum vitae et carmina (Περὶ τῶν κατ’ αὐτόν διήγησις μερική), publ. A. Heisenberg (Leipzig 1896), p. 55.