The participants in the rebellion, according to George Akropolites
Ἐν τουτοισὶ δὲ ὄντος τοῦ βασιλέως Ἰωάννου καὶ ἀκρατῶς μαχομένου τοῖς Ἰταλοῖς κατά τε χέρσον καὶ θάλατταν, σκευωρεῖται τούτω ἐπιβουλή. ὁ δὲ ταύτην συστησάμενος πρωτεξάδελφος ἦν τοῦ βασιλέως ὁ Νεστόγγος Ἀνδρόνικος. οὐτοσὶ δὲ καὶ τὴν τῆς συγγενείας σχέσιν παρ’ οὐδὲν θέμενος καὶ τὸν τῆς φιλίας ἀπορρήξας δεσμὸν ἀνταρσίαν κατὰ τοῦ πρωτεξαδέλφου βασιλέως βεβούληται, ἔχων τε συνεργὸν εἰς τοῦτο τὸν ἀδελφὸν Ἰσαάκιον καὶ ἑτέρους τῶν ἐπιφανῶν οὐκ ὀλίγους, τόν τε Φλαμούλην, ὃν μέγαν ἑταιρειάρχην ὁ βασιλεὺς τετίμηκε, τὸν Ταρχανειώτην, τὸν Συναδηνόν, τὸν ἐπ’ ἀδελφῇ τούτου γαμβρὸν Στασηνόν, τὸν Μακρηνὸν καὶ ἄλλους εἰς πλῆθος τὸν ἀριθμόν.
Heisenberg, Α. (corr. P. Wirth) (ed.), Georgii Acropolitae Opera I (Stuttgart 1978), p. 23.