Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Μάχη Μαντζικέρτ, 1071

Συγγραφή : Μαρκούρης Γιάννης (16/10/2003)

Για παραπομπή: Μαρκούρης Γιάννης, «Μάχη Μαντζικέρτ, 1071», 2003,
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=5256>

Μάχη Μαντζικέρτ, 1071 (23/7/2008 v.1) Battle of Mantzikert, 1071 (15/2/2006 v.1) 

Παραθέματα

 

Ο Συνεχιστής του Ιωάννου Σκυλίτζη περιγράφει την πρώτη φάση της εκστρατείας του 1071

Κατάλογον δὲ τῶν στρατιωτῶν ποιησάμενος, ἄρτι τοῦ ἔαρος ὑπανοίγοντος διαπεραιωθεὶς εἰς τὰ τῶν Ἠρίων παλάτια κατάγεται καὶ περὶ αὐτὴν τὴν ἡμέραν τῆς Ὀρθοδοξίας, τῇ πρὸ αὐτῆς ἡμέρᾳ τὴν ἐτησίαν ῥόγαν τῷ τε στρατῷ καὶ τῇ συγκλήτῳ διανειμάμενος, οὐ διὰ χρυσίου πᾶσαν, ἀλλὰ τὸ ἐνδέον σηρικοῖς ὑφάσμασιν ἀναπληρωσάμενος. Διαπεραιουμένου δ’ αὐτοῦ περιστερά τις οὐ πάνυ λευκή, πρὸς τὸ μέλαν δὲ τὸ πλεῖστον αὑτῆς ὑποφαίνουσα, ποθὲν ἱπταμένη τὴν φέρουσαν τὸν βασιλέα τριήρη περιεπέτετο, ἕως εἰς αὐτὸν ἐκεῖνον καθεσθεῖσα χερσὶ ταῖς αὐτοῦ προσερρύη. Κἀκεῖνος ταύτην τῇ βασιλίδι ἀνέπεμψεν ἐν τοῖς ἀνακτόροις παρὰ τὸ εἰωθὸς ἀπομεινάσῃ διά τινας θρύψεις γυναικείας καὶ ἀκκισμούς. Ἔδοξεν οὖν ἡ περιστερὰ σύμβολον οὐ χρηστῆς ἀποβάσεως αὐτῷ τε τῷ λαβόντι καὶ πρὸς ἣν ἔσταλτο. Ἀλλ’ ἐκείνη περιπετῶς σχοῦσα τῆς θρύψεως, μεταμεληθεῖσα πρὸς τὸν βασιλέα ἀφίκετο τὸν συντακτήριον ἀποδώσουσα καὶ αὐτὸν ἐπὶ τὴν ἐκστρατείαν προπέμψουσα. Ἐκεῖθεν οὖν ἀπάρας ὁ βασιλεὺς οὐκ ἐν Νεακώμῃ οὐδὲ ἐν ὑπατίοις χωρίοις τισὶ <ἢ> βασιλικοῖς προσωρμίσατο, ἀλλ’ ἐν Ἑλενοπόλει, ἣν οἱ ἐγχώριοι ἀγροικικώτερον κικλήσκουσιν Ἐλεεινόπολιν, ὃ καὶ αὐτὸ οἰωνὸς οὐ χρηστὸς ἔδοξε. Συνέβη δὲ καί τι ἕτερον· τὸ γὰρ συνέχον τὴν βασιλικὴν σκηνὴν μέγιστον ξύλον κατεαγὲν πεσεῖν αὐτὴν αἰφνηδὸν παρεσκεύασεν. Ὅμως δ’ οὖν οὐδὲ πρὸς ἓν τούτων ἡ τῶν ἀνθρώπων ἀβελτηρία καὶ οἷον εἰπεῖν καχεξία καὶ τὸ ἐν τῇ δοκούσῃ πίστει ἄπιστον καὶ ἀσύμβλητον διαβλέψαι ἠθέλησε, τοῦ χρεὼν ἐμποδίζοντος πανταχοῦ καὶ μηδ’ αὐτῷ παρεχομένου συναίσθησιν πρὸς ὃν ἀποσκήπτειν ἔμελλον. Προῄει τοίνυν ὁ βασιλεὺς καὶ τῆς ἑῴας προσωτέρω προήρχετο, ἕως τῇ τῶν Ἀνατολικῶν ἐπαρχίᾳ προσέβαλε φειδωλίᾳ παρὰ τὸ εἰκὸς πρὸς πάντας συνεχόμενος. Συνεὶς δέ, ὡς ἔοικε, τὸ συνεχὲς τῶν προγεγονότων σημείων εἰς αὐτὸν ἀποσκῆψον, οὐκ ἐν σκηνῇ οὐδ’ ἐν πεδίοις, ἀλλ’ ἐν γηλόφοις καὶ δωματίοις τὴν κατασκήνωσιν ἐποιήσατο. Ἔνθα δή τι καὶ συνέβη οὐκ ἔλαττον εἰς κακοδαιμονίαν οἰώνισμα. Πῦρ γάρ ποθεν ἐνεχθὲν τοὺς δόμους, ἐν οἷς ὁ βασιλεὺς ἐσκήνωτο, κατενεμήσατο, οἷς καὶ συγκατεκαύθησαν ἵπποι τε καὶ ἐφεστρίδες βασιλικαὶ καὶ χαλινὰ τῶν ἄλλων πολὺ διαφέροντα καὶ τοῦ πυρὸς δι’ ὀλίγου γεγόνασι παρανάλωμα. Οἱ δὲ ἵπποι ἡμίφλεκτοι καθορώμενοι τῷ στρατοπέδῳ ἐλεεινὸν διεφαίνοντο θέαμα.

Συνεχιστής Ιωάννου Σκυλίτζη, Χρονογραφία, Τσολάκης, Ε. (επιμ.), Η Συνέχεια της Χρονογραφίας του Ιωάννου Σκυλίτζη (Ioannes Scylitzes Continuatus) (Ίδρυμα Μελετών Χερσονήσου του Αίμου 105, Θεσσαλονίκη 1968), σελ. 142.3-143.8.

Ο Βυζαντινός ιστορικός Μιχαήλ Ατταλειάτης περιγράφει την ανταρσία των Γερμανών μισθοφόρων του Ρωμανού Δ΄ στην Καππαδοκία

ὁ δὲ βασιλεὺς διαπεραιωθεὶς τὸν Σαγγάρην ποταμὸν διὰ τῆς τοῦ Ζόμπου καλουμένης γεφύρας, ἤρξατο τὰς ὑπολειπομένας συναθροίζειν δυνάμεις· ἦσαν γὰρ οἱ τῆς στρατιᾶς διεσκεδασμένοι κατὰ λόφους καὶ σήραγγας καὶ κρησφύγετά τινα καὶ ἄντρα διὰ τὴν προδεδηλωμένην τῶν βαρβάρων ἐπίτασιν. καταλέξας δ’ οὖν ὅσους αὐτῷ βουλομένῳ ἐνῆν, πλείστους δ’ ἀποπεμψάμενος, τῆς εἰς τὰ πρόσω πορείας εὐθυμότερον εἴχετο, διαφόρως ἀποξενῶν ἑαυτὸν τοῦ στρατοῦ εἰς τὰς οἰκείας ἐπαύλεις καὶ κτημάτων ἐπιδείξεις οἰκείων καὶ πολυτελεστέρων οἰκοδομῶν διατάξεις. διαπεραιωθέντος οὖν τοῦ στρατοῦ τὸν Ἅλυν λεγόμενον ποταμὸν αὐτὸς οὐ συνδιεπεραιώθη τηνικαῦτα αὐτῷ, ἀλλ’ εἰς νεοπαγὲς φρούριον, ἐκ προστάξεως αὐτοῦ συνοικοδομηθέν, ἐπιμείνας ἐκεῖθέν τινας ἡμέρας διέτριψεν. εἶτα διαπεραιωθεὶς καὶ αὐτός, κἀν τῇ τοῦ Χαρσιανοῦ ἐπαρχίᾳ, τὴν διαίρεσιν ἐκ τοῦ στρατοῦ εἰς κτήσεις οἰκείας συνδιεγράψατο· καὶ τὸ ἀπ’ ἐκείνου ἀδιαίρετος ἦν, τῇ Καισαρέων μὴ προσμίξας τὸ σύνολον, ἕως εἰς τὴν λεγομένην Κρύαν πηγὴν ἐνηυλίσατο. ἐστὶ γὰρ ὁ τόπος οὐδενὸς τῶν χρηστῶν τὸ παράπαν ἀπολειπόμενος, τό τε [τὸ] ὕδωρ διειδὲς ἅμα καὶ πότιμον καὶ ψυχρότατον, δένδρα τε συνηρεφῆ μετὰ δαψιλοῦς τῆς πόης ἐκτρέφον καὶ ξυλίσασθαι εὔπορος, παντοίοις τε ῥόδοις κατάκομος καὶ κρινωνιαῖς, λόφοις τε ἠρέμα πρὸς ἑαυτοὺς ἀνάγουσιν εὔθετος, καὶ οἷον εἰπεῖν ἀστυκώμη καὶ ἀγρόπολις διὰ τῆς συμμιγοῦς ποριμότητος γνωριζόμενος. ἐκεῖσε δ’ ὁ βασιλεὺς ἡμέρας τινὰς στρατοπεδευσάμενος, ὡς εἶδε τὴν χώραν ἀφειδῶς κατακειρομένην ἐκ τῶν στρατιωτῶν καὶ μᾶλλον ἐκ τοῦ μισθοφορικοῦ καὶ ἀλλογενοῦς, καὶ ἅπαν λήιον ἐξώρως ἀποτεμνόμενον καὶ τοῖς βοσκήμασι λαφυραγωγούμενον, δηχθεὶς τὴν ψυχὴν ἀπηνέστερον προσηνέχθη τισὶ τῶν Νεμίτζων λεγομένων, οὓς ὁ παλαιὸς λόγος Σαυρομάτας καὶ αὐτοὺς ἐγίνωσκεν. ἀλλ’ οἵγε θράσει καὶ θυμῷ ζέοντες καὶ ἀπονοίᾳ βαρβαρικῇ πρὸς ἐκδίκησιν τῶν ἰδίων ἰταμῶς διανέστησαν, καὶ τῶν ἵππων περὶ τὴν τῶν ἀρίστων ἐπιβάντες ὥραν τῆς τοῦ βασιλέως σκηνῆς καὶ αὐτοῦ βασιλέως κατεξαναστῆναι συνέθεντο. γνωσθείσης δὲ τῆς αὐτῶν ἐπιθέσεως βοή τε περὶ τὸ στρατόπεδον γέγονε, καὶ ταχὺ διαβοηθέντος τοῦ πράγματος συνέστη μὲν ὁ βασιλεὺς καὶ διηυτρεπίσθη τὰ πρὸς τὸν πόλεμον, ἐπιβὰς δὲ τοῦ ἵππου καὶ τὴν στρατιὰν ὡς εἰς μάχην συναρμοσάμενος κατέπληξε τοὺς ἰδιοξένους, εἰς τὸ πεδίον εὐσυντάκτως γενόμενος· καὶ ὑποσπόνδους αὐτοὺς ποιησάμενος, τὴν ἐσχάτην τούτοις χώραν ἐκ τῆς σωματοφυλακίας καὶ τῆς πρώην ἐγγύτητος ἀπενείματο, ἐν τούτῳ καὶ μόνῳ τὸ πρόστιμον αὐτοῖς τοῦ τοιούτου ἐγκλήματος ἐγκατεθέμενος.

Μιχαήλ Ατταλειάτης, Ιστορία, Bekker, I. (ed.), Michaelis Attaliotae Historia (CSHB, Bonn 1853), σελ. 145.19-147.15.

Ο Βυζαντινός ιστορικός Νικηφόρος Βρυέννιος αναφέρεται στις διαφορετικές απόψεις που διατυπώθηκαν στο πολεμικό συμβούλιο ενώπιον του αυτοκράτορα

Γενόμενος δὲ περὶ τὴν Καππαδοκῶν, τοὺς ἀρίστους ἅμα τῶν στρατηγῶν ἐπ’ ἐκκλησίαν ἐκάλει καὶ βουλὴν περὶ τοῦ πολέμου προὐτίθει, πυνθανόμενος εἰ χρὴ τὴν Περσίδος ἐλαύνειν κἀκεῖσε τοῖς Τούρκοις συμπλέκεσθαι ἢ μένοντα ἐπὶ τῆς ἰδίας τὴν ἐκείνων ἔλευσιν ἀναμένειν· ἠγγέλλετο γὰρ ἤδη καὶ ὁ σουλτάνος ἐξελθεῖν τῆς Περσίδος καὶ σχολῇ καὶ βάδην κατὰ ῾Ρωμαίων χωρεῖν. Τοῖς μὲν οὖν ἐδόκει, ὅσοι θρασύτερόν πως διέκειντο καὶ κολακικώτερον, μὴ μένειν, ἀλλ’ ἀπιέναι καὶ συμπλέκεσθαι τῷ σουλτάνῳ εἰσιόντι ἐν Βατάνοις τῆς Μηδίας. Τῷ μαγίστρῳ δὲ Ἰωσὴφ τῷ Ταρχανειώτῃ κατάρχοντι τότε ταγμάτων πολλῶν καὶ τῷ δουκὶ πάσης δύσεως Νικηφόρῳ τῷ Βρυεννίῳ παντάπασιν ἐδόκει τὰ τοιαῦτα βουλεύματα σφάλλεσθαι καὶ ἐξελιπάρουν τὸν βασιλέα, εἰ οἷόν τε εἴη, προσμένειν καὶ τοὺς πολεμίους ἕλκειν πρὸς ἑαυτὸν τὰς πέριξ πόλεις κατοχυρώσαντα καὶ τὰς πεδιάδας ἐμπρήσαντα, ὥστε σπανίζειν τοῖς πολεμίοις τὰ ἐπιτήδεια· εἰ δὲ μὴ τοῦτο, κἂν γοῦν καταλαβεῖν τὴν Θεοδοσίου πόλιν κἀκεῖσε στρατοπεδεύσαντα προσμένειν τοὺς πολεμίους, ὥστ’ ἀπορίᾳ τῶν ἀναγκαίων τὸν σουλτάνον ἀναγκασθῆναι τοῖς ῾Ρωμαίοις συμπλέκεσθαι ἔνθα ῾Ρωμαίους ξυμβαλεῖν πρὸς πόλεμον συμφέρον ἐστίν. Ἀλλ’ ἐδόκουν παρὰ κωφῷ ᾄδειν καὶ τὰ τῶν κολάκων ἐνίκα καὶ δέον ἀνδράσι τὴν οἰκείαν ἀρετὴν παραστήσασιν ὑπακούειν, ὁ δὲ τοῖς κόλαξι μᾶλλον προσεῖχεν ἢ τοῖς ὀρθὰ συμβουλεύουσιν, ἐπηρμένος τοῖς προλαβοῦσι τροπαίοις καὶ μέγα ἐπὶ τούτοις φρονῶν, καὶ γὰρ τό τε Μέμπετ φρούριον εἷλε καὶ Τούρκων ἀποσπάσι προνομευόντων ἐντυχὼν ἐτρέψατό τε τούτους καὶ πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δὲ καὶ ἐζώγρησε. Τούτοις οὖν ἐπαιρόμενος καὶ θαρρήσας πέρα τοῦ δέοντος ἅτε καὶ πλείονα τῶν προτέρων ἐπαγόμενος ξυμμαχίαν καὶ δύναμιν, ἄρας σὺν παντὶ τῷ στρατεύματι τὴν εὐθὺ Περσίδος ἤλαυνε καὶ πρὸς τοὺς ἐναντίους ἐχώρει.

Νικηφόρος Βρυέννιος, Ύλη Ιστορίας, Gautier, P. (ed.), Nicéphore Bryennios, Histoire (Corpus Fontium Historiae Byzantinae 9, Bruxelles 1975), σελ. 105.22-107.21.

Προσπάθεια του Συνεχιστή του Ιωάννου Σκυλίτζη να αιτιολογήσει τη στρατηγική του Ρωμανού Διογένη


Ἐκεῖθεν χωρεῖ εἰς Σεβάστειαν τὴν Ἰβηρίαν καταλαβεῖν ἐπειγόμενος, ὅτε καὶ τῶν σὺν τῷ κουροπαλάτῃ Μανουὴλ τῷ Κομνηνῷ πεσόντων θεατὴς τῶν πτωμάτων ἐγένετο. Κἀκεῖθεν σχολῇ καὶ βάδην ἰὼν καταλαμβάνει τὴν Θεοδοσιούπολιν, πρώην μὲν ἀμεληθεῖσαν, ἐξ ὅτου δὲ ἐπολιορκήθη τὸ Ἄρτζε ἀνοικοδομηθεῖσαν καὶ κατοχυρωθεῖσαν. Ἐντεῦθεν διμήνου τροφὴν ἑκάστῳ φέρειν ἐπικηρυκευσάμενος, ὡς δι’ ἀοικήτου καὶ ἠρημωμένης χώρας βαδίζειν μέλλουσι, πάντων δὲ τὸ προσταχθὲν ποιησαμένων τὸ μισθοφορικὸν τῶν Οὔζων καὶ τοὺς Φράγκους σὺν ῾Ρουσελίῳ, ἀνδρὶ γενναίῳ καὶ πολεμικῷ, διαφίησι κατὰ τοῦ Χλίατ εἰς προνομήν. Τοῦτο δὲ καὶ πρότερον ἐποιήσατο. Ἐκεῖνος δὲ κατόπιν ἐλαύνων εἰς τὸ Μαντζικίερτ παρεγένετο, πόλιν ῥωμαϊκὴν μέν, χειρωθεῖσαν δὲ πρό του τῷ σουλτάνῳ καὶ Τούρκους ἐγκαθημένους ἔχουσαν. Καταφρονήσας δὲ τούτων ὡς ὀλιγοστῶν, ἑτέραν μοῖραν οὐκ ἐλαχίστην ἀποτεμόμενος τοῦ στρατοῦ Ἰωσὴφ μαγίστρῳ τῷ Τραχανειώτῃ παραδίδωσι, προσεπιδοὺς καὶ στῖφος πεζῶν οὐκ εὐκαταφρόνητον, μᾶλλον δὲ τῶν ἱπποτῶν τὸ ἔκκριτόν τε καὶ μαχιμώτατον κἀν τοῖς πολέμοις προκινδυνεῦον ἀεὶ καὶ προμαχόμενον. Ἄρας δὲ ὁ Τραχανειώτης ἄπεισιν εἰς τὸ Χλίατ βοηθήσων τοῖς Οὔζοις καὶ τοῖς Φράγκοις καὶ παντὶ τῷ μισθοφορικῷ· ἠκηκόει γὰρ ὁ βασιλεὺς πλῆθος μυρίανδρον κατ’ αὐτῶν φέρεσθαι. Διεῖλε γὰρ ὁ βασιλεὺς τὸν στρατὸν ἐλπίζων αὐτὸς ταχὺ τὸ Μαντζικίερτ παραστήσασθαι –ὃ δὴ καὶ γέγονε– καὶ ἐπιδημῆσαι τοῖς ἐν τῷ Χλίατ· εἰ δέ τις ἀνάγκη κατεπείξει, ταχέως αὐτοὺς προσκαλέσασθαι, πλησίον ἐσκηνωμένων τῶν στρατευμάτων· ἤκουε γὰρ τὸν σουλτάνον ἐπείγεσθαι κατ’ αὐτοῦ. Καί γε ἦν οὐκ ἄλογος ἡ διαίρεσις τῶν στρατευμάτων καὶ λογισμῶν οὐκ ἄπο στρατηγικωτάτων, εἰ μὴ πεπρωμένη· μᾶλλον δὲ θεῖος χόλος ἢ λόγος ἡμῖν ἀπορρητότερος τὴν ἔκβασιν εἰς τοὐναντίον περιέτρεψε καὶ πρὸς τῷ τέλει τοῦ ἔργου καὶ τῇ αὐθημερινῇ τῶν στρατευμάτων ἑνώσει καὶ τὸν σουλτάνον ἀκηρυκτὶ τοῖς Τούρκοις ἐπέστησε καὶ τὰ δοκηθέντα τελεσθῆναι διακεκώλυκε.

Συνεχιστής Ιωάννου Σκυλίτζη, Χρονογραφία, Τσολάκης, Ε. (επιμ.), Η Συνέχεια της Χρονογραφίας του Ιωάννου Σκυλίτζη (Ioannes Scylitzes Continuatus) (Ίδρυμα Μελετών Χερσονήσου του Αίμου 105, Θεσσαλονίκη 1968), σελ. 144.6-145.7.

Πολιορκία και άλωση του Μαντζικέρτ

Παραβαλὼν δ’ ὁ βασιλεὺς εἰς τὸ Μαντζικίερτ τὴν μὲν παρεμβολὴν μετὰ τῆς ὅλης παρασκευῆς ἀγχοῦ που θεῖναι καὶ χάρακα θεῖναι κατὰ τὸ εἰθισμένον παρεκελεύσατο, αὐτὸς δὲ τὸ ἔκκριτον ἀναλαβὼν τοῦ στρατοῦ περιῆλθε τὸ ἄστυ, κατασκοπῶν ὅπῃ περ εὐχερὲς τὰς προσβολὰς κατὰ τοῦ τείχους ποιήσασθαι καὶ τὰς ἑλεπόλεις προσαγαγεῖν. εἶχε γὰρ ταύτας ἐκ παρασκευῆς ξύλοις παντοίοις καὶ μεγίστοις κατωργανωμένας, καὶ φερομένας δι’ ἁμαξῶν τῶν χιλίων μὴ ἀποδεουσῶν. ἤλαυνε δὲ καὶ τῶν ἄλλων βοσκημάτων εἰς δαπάνην τοῦ στρατοῦ μυριομέτρους ἀγέλας. τῶν δὲ πολεμίων ἔνδον ἀλαλαζόντων τὸ ἐνυάλιον καὶ τὰ ξίφη παραγυμνούντων καὶ ὅπλοις ἑκηβόλοις χρωμένων, μετὰ τῆς ἀσπίδος ὁ βασιλεὺς περιιπεύσας τὸ τεῖχος ἐπανῆλθεν εἰς τὴν παρεμβολήν. οἱ δὲ πεζοὶ τῶν Ἀρμενίων προσβαλόντες τῷ ἐκτὸς τῆς ἀκροπόλεως τείχει, καὶ πολλὰς προσβολὰς ποιησάμενοι, αὐτοβοεὶ αἱροῦσιν αὐτό, τοῦ ἡλίου πρὸς δυσμὰς ἀποτρέχοντος. ἡσθέντος δὲ τοῦ βασιλέως τῷ γεγονότι, κατέλαβον ἀπὸ τῶν ἐναντίων καὶ πρέσβεις, συμπαθείας τυχεῖν ἐξαιτούμενοι καὶ τῶν ἰδίων πραγμάτων συγχώρησιν, καὶ τοιαύταις ὁμολογίαις παραδοῦναι τὴν πόλιν τῷ βασιλεῖ. συνθέμενος δὲ πρὸς τοῦτο, καὶ τοὺς πρέσβεις δώροις τιμήσας, ἀπέστειλε τὸν παραληψόμενον αὐτίκα τὸ κάστρον. οἱ δ’ ἔνδον φρουρὰν ἐν τοιούτῳ καιρῷ εἰσδέξασθαι μὴ καταδεξάμενοι, ἵνα μὴ κακόν τι διὰ τῆς νυκτὸς τοῖς ἐναντίοις ἐπιτεχθῇ, ἔδοξαν ἠλογηκέναι καὶ καταψεύσασθαι τῶν σπονδῶν. διὰ τοῦτο καὶ ταχὺ σαλπίσας ὁ βασιλεὺς τὸ πολεμικόν, ἐξῆλθε πανστρατιᾷ τῆς παρεμβολῆς, καὶ τοῖς τείχεσι προσεπέλασε. καταπλαγέντες δὲ οἱ Τοῦρκοι καὶ πρὸς ἀπολογίας τραπόμενοι, καὶ πλείονα πίστιν τῆς ἑαυτῶν ἀπολυτρώσεως αἰτησάμενοι καὶ λαβόντες, ἐξίασι μὲν ἐκ τῆς πόλεως μετὰ τῆς οἰκείας ἀποσκευῆς, καὶ τῷ βασιλεῖ γονυκλινοῦσιν, οὐ κεναῖς δὲ χερσὶν ἀλλὰ πάντες ξιφήρεις, καὶ τῷ βασιλεῖ γυμνῷ πανοπλίας οἱ πλείονες προσεγγίζοντες.

Μιχαήλ Ατταλειάτης, Ιστορία, Bekker, I. (ed.), Michaelis Attaliotae Historia (CSHB, Bonn 1853), σελ. 151.8-152.17.

Ο Νικηφόρος Βρυέννιος περιγράφει την ήττα και την αιχμαλωσία του Νικηφόρου Βασιλάκη λίγο πριν από τη μάχη

Γενομένῳ δὲ τούτῳ περὶ τὸ Μαντζίκερτον ὁ Βασιλάκιος ὑπηντίαζε, στρατὸν ἐπαγόμενος οὐκ ὀλίγον ἐκ Συρίας καὶ Ἀρμενίας, ὃς ῥωμαλέος μὲν ὢν καὶ τὴν χεῖρα γενναῖος, θρασὺς δὲ ἄλλως καὶ δυσκάθεκτος ταῖς ὁρμαῖς καὶ τὸν βασιλέα κολακεύειν βουλόμενος οὐδὲν ὑγιὲς ἐρωτώμενος ἀπεφθέγξατο. Τοῦ γὰρ βεστάρχου Λέοντος τοῦ Διαβατηνοῦ γράμματα τῷ βασιλεῖ πεπομφότος, ὡς ὁ σουλτάνος, φησί, τὴν ἐκστρατείαν πυθόμενος καὶ δείσας τὴν δύναμιν, τὴν Περσίδα καταλιπὼν ἄπεισι φεύγων εἰς Βαβυλῶνα, τούτοις ὁ βασιλεὺς τοῖς λόγοις ἀναπεισθείς, διχῆ τὸ στράτευμα διελὼν τὴν μὲν τῶν δυνάμεων αὐτόθι κατεῖχε, τὴν δὲ πρὸς τὸ Χλέατ ἐξαποστέλλει, στρατηγὸν ἐπιστήσας αὐτοῖς τὸν μάγιστρον Ἰωσὴφ τὸν Ταρχανειώτην, ἄνδρα δεινὸν μὲν στρατιωτικοῖς βουλεύμασί τε καὶ στρατηγήμασιν, ἀπρόθυμον δὲ τότε παντάπασιν ὄντα, καὶ τῷ βασιλεῖ παραινοῦντα εἴσω τὰς δυνάμεις ἁπάσας κατέχειν καὶ μὴ μερίζειν τὸ στράτευμα, ἀγχοῦ τῶν ἐναντίων στρατοπεδευόντων· ὅς, ὡς ταῦτα λέγων οὐκ ἔπειθε, τὰς δυνάμεις ἀναλαβὼν πρὸς τὸ Χλέατ ἠπείγετο· πόλις δὲ τὸ Χλέατ ὑπὸ τοὺς Τούρκους τελοῦσα καὶ φρουρὰν ἔχον ἀποχρῶσαν ἔνδοθεν Τούρκων. Ἀλλ’ οὔπω τρίτης διελθούσης ἡμέρας τοῖς ἐπὶ χόρτου συλλογὴν ἐξιοῦσιν ἐπιτίθενται Τοῦρκοι καί τινας μὲν ἀναιροῦσιν, ἐνίους δὲ καὶ ζωγροῦσι. Τοῦ ξυμβάντος γοῦν ἀπαγγελθέντος τῷ βασιλεῖ, εὐθὺς ὁ Βασιλάκης μετεκέκλητο καὶ περὶ τῶν Τούρκων ἐπολυπραγμονεῖτο, τίνες τε εἶεν οἱ τὰς ἐπιθέσεις ποιούμενοι καὶ ὅθεν γῆς ἥκοντες. Ὁ δὲ τῇ συνήθει θρασύτητι καὶ πάλιν χρησάμενος τοὺς ἐκ τοῦ Χλέατ ἥκειν ἐφ’ ἁρπαγῇ διενίστατο. Ἔλαθεν οὖν οὕτω τὸν βασιλέα ἡ τοῦ σουλτάνου ἔφοδος οὐ μακρὰν τοῦ στρατοπέδου ὄντος καὶ τὰ τοῦ πολέμου εὖ διατιθεμένου. Βουλόμενος γὰρ τὸν βασιλέα ὑπαγαγεῖν εἰς τὰ ἔμπροσθεν καὶ ἐντὸς ἀρκύων ποιήσασθαι, προδρόμους ἐξέπεμπεν, οἳ προέτρεχόν τε τοῖς ἵπποις περὶ τὸν τῶν ῾Ρωμαίων χάρακα καὶ αὖθις ἀνθυπενόστουν ὥσπερ δρασμὸν ποιούμενοι καὶ τοῦτο πολλάκις ποιοῦντες ἐνίους τῶν στρατηγῶν συνηρπάκασιν, ὧν ὁ πρῶτος ὁ Βασιλάκης ἦν. Σπεύδων γὰρ οὗτος τὸν βασιλέα πληροφορῆσαι ὡς οὐκ ἐκ τοῦ Περσικοῦ στρατεύματος εἶεν οἱ τὰς ἐκδρομὰς ποιούμενοι, ἀλλ’ ἐκ τῶν ἐνοικούντων τῷ Χλέατ, ᾔτει συγχωρηθῆναί οἱ τοῦ χάρακος ἐξελθεῖν καὶ τὸν ἀκινάκην σπασάμενος καὶ μυωπίσας τὸν ἵππον ἀσυντάκτως ἐχώρει κατὰ τῶν πολεμίων καὶ οἱ περὶ αὐτὸν εἵποντο οὐ κατὰ τάξιν, ἀλλ’ ὥσπερ ἔτυχεν ἕκαστος. Ἀμέλει καὶ τὴν ἄτακτον τούτων φορὰν οἱ πολέμιοι θεασάμενοι προσεποιήσαντο φεύγειν· ἐπεὶ δὲ πόρρω τοῦ χάρακος εἶδον αὐτοὺς ἐξελάσαντας, τοὺς χαλινοὺς ὑποστρέψαντες καὶ διεσκεδασμένοις αὐτοῖς προσβαλόντες νικῶσιν αὐτοὺς κατὰ κράτος καὶ πίπτουσι μὲν πολλοὶ τῶν στρατιωτῶν, ὡς μικροῦ δεῖν μηδ’ ἄγγελον, ὃ δὴ λέγεται, διασωθῆναι τῆς συμφορᾶς, ἑάλω δὲ καὶ ὁ Βασιλάκης.

Νικηφόρος Βρυέννιος, Ύλη Ιστορίας, Gautier, P. (ed.), Nicéphore Bryennios, Histoire (Corpus Fontium Historiae Byzantinae 9, Bruxelles 1975), σελ. 107.22-111.17.

Η διάταξη του βυζαντινού στρατού πριν από τη μάχη, όπως περιγράφεται από τον Νικηφόρο Βρυέννιο

Ὡς δὲ βουλὴ προετέθη ἢ πολεμεῖν ἢ εἴσω τὰς δυνάμεις κατέχειν, τοῖς μὲν ἐδόκει συνετῶς ἄγαν εἴσω μένειν τοῦ χάρακος καὶ τὰς δυνάμεις ἐκ τοῦ Χλέατ μεταπέμπεσθαι, τοῖς δὲ κόλαξι τἀναντία. Εἰ μὲν καὶ οὕτω φρονοῦσιν, οὐκ ἔχω λέγειν· τέως δ’ ἔδοξε καὶ αὖθις ἐνίκα τὰ χερείονα. Ἐξάγειν οὖν τὰς δυνάμεις ἐγένετο. Οἱ δέ γε Τοῦρκοι κραταιότεροι αὖθις καὶ μετὰ πλείονος ἐπήρχοντο τῆς χειρός· καὶ δὴ προσβάλλουσι ταύταις καὶ μάχης συστάσης πίπτουσι μὲν τῶν Τούρκων συχνοί, πίπτουσι δὲ καὶ τῶν ῾Ρωμαίων πλεῖστοι· ἐτρώθη δὲ καὶ αὐτὸς ὁ Βρυέννιος πολλαχοῦ τοῦ σώματος, ἀλλὰ δεινὸς ὢν περὶ τὰ στρατηγικὰ τὸ πλεῖστον τῆς φάλαγγος ἀσινὲς διεσώσατο. Ὁρῶν δ’ ἐπιόντας τοὺς Τούρκους ὁ βασιλεὺς ἐξῆγε καὶ αὐτὸς τὰς δυνάμεις ὡς ἐπὶ πόλεμον καὶ παρετάττετο πρὸ τοῦ χάρακος· ἡγεῖτο δὲ τοῦ μὲν δεξιοῦ κέρατος ὁ Ἀλυάττης, ἀνὴρ Καππαδόκης καὶ συνήθης τῷ βασιλεῖ, τοῦ δ’ εὐωνύμου αὐτὸς ὁ Βρυέννιος, τὸ δὲ μέσον τῆς φάλαγγος εἶχεν ὁ βασιλεύς· οὐραγεῖν δὲ ἐτέτακτο ὁ τοῦ καίσαρος υἱὸς ὁ πρόεδρος Ἀνδρόνικος, τάς τε τῶν ἑταίρων τάξεις ἔχων καὶ τὰς τῶν ἀρχόντων, ἀνὴρ καὶ γένους λαμπροῦ καὶ πᾶσι κομῶν τοῖς καλοῖς· φρονήσει γὰρ τῶν ἡλίκων ἁπάντων ὑπέρτερος καὶ ἀνδρικώτατος εἴπερ τις ἄλλος καὶ ταῖς στρατηγικαῖς ἐντραφεὶς μελέταις, οὐ πάνυ δὲ φιλίως ἔχων πρὸς βασιλέα.

Νικηφόρος Βρυέννιος, Ύλη Ιστορίας, Gautier, P. (ed.), Nicéphore Bryennios, Histoire (Corpus Fontium Historiae Byzantinae 9, Bruxelles 1975), σελ. 113.21-115.14.

Περιγραφή της μάχης και της συντριβής των Βυζαντινών στο ιστορικό έργο του Μιχαήλ Ατταλειάτη

καὶ οἱ μὲν Τοῦρκοι κατὰ σφᾶς αὐτοὺς τὰ τῆς εἰρήνης ἐπραγματεύοντο, ὁ δὲ βασιλεὺς σαλπίσας τὸ ἐνυάλιον τὸν μόθον παραλόγως ἐκράτησε. καταλαβοῦσα δ’ ἡ φήμη τοὺς ἐναντίους ἐξέπληξε. τέως δ’ οὖν καθοπλισάμενοι καὶ αὐτοὶ τὸ μὲν ἄχρηστον πλῆθος εἰς τοὐπίσω προήλαυνον, αὐτοὶ δὲ κατόπιν φαντασίαν ἐδίδουν πολεμικῆς ἀντιπαρατάξεως. τὸ δὲ πλεῖστον φυγή τις κατεῖχεν αὐτούς, συντεταγμένας ἰδόντας τὰς τῶν ῾Ρωμαίων φάλαγγας ἐν τάξει καὶ κόσμῳ καὶ πολεμικῷ παραστήματι. καὶ οἱ μὲν προῄεσαν εἰς τοὐπίσω, ὁ δὲ βασιλεὺς κατόπιν αὐτῶν πανστρατιᾷ ἐπεδίωκεν, ἕως ἄρα δείλη ὀψία κατέλαβεν. ἐπεὶ δ’ ὁ βασιλεὺς τοὺς ἀντιτεταγμένους καὶ ἀντιπολεμοῦντας οὐκ εἶχε, τὴν δὲ παρεμβολὴν ἐψιλωμένην στρατιωτῶν καὶ πεζοφυλάκων ἐγίνωσκε, διὰ τὸ μηδ’ εὐπορεῖν ἱκανοῦ πλήθους ὥστε καὶ παρατάξεις ἐνταῦθα καταλιπεῖν, ἤδη προεξαντληθέντων τῶν πλείστων, ὡς προδιείληπται, ἔγνω μὴ πλεῖον ἐπιτεῖναι τὴν δίωξιν, ἵνα μὴ λόχον πεποιηκότες οἱ Τοῦρκοι ἀφυλάκτῳ ταύτῃ ἐπίθωνται, καὶ ἅμα διασκοπῶν ὡς εἰ πλεῖον ἐκμακρυνθείη, καταλήψεται τοῦτον ἐν τῇ ἐπανόδῳ ἡ νύξ, καὶ τηνικαῦτα οἱ Τοῦρκοι παλίντροπον θήσουσι τὴν φυγήν, ἑκηβόλοι τυγχάνοντες, διὰ ταῦτα καὶ τὴν βασιλικὴν σημαίαν ἐπιστρέψας νόστου ἐπιμνησθῆναι διήγγελλεν. οἱ δὲ πόρρω τὰς φάλαγγας ἔχοντες στρατιῶται, τὴν ἐπιστροφὴν τῆς βασιλικῆς σημαίας ἰδόντες, ᾠήθησαν ἥττῃ τὸν βασιλέα περιπεσεῖν. ὡς δ’ οἱ πολλοὶ πληροφοροῦσιν, ὅτι τῶν ἐφεδρευόντων αὐτῷ τις, ἐξάδελφος ὢν τῷ τοῦ βασιλέως προγονῷ Μιχαήλ, προβεβουλευμένην ἔχων τὴν κατὰ τούτου ἐπιβουλήν, αὐτὸς τὸν τοιοῦτον λόγον τοῖς στρατιώταις διέσπειρε, καὶ ταχὺ τοὺς οἰκείους ἀναλαβὼν (ἐμπεπίστευτο γὰρ παρὰ τῆς τοῦ βασιλέως καλοκαγαθίας οὐ μικρόν τι μέρος λαοῦ) φυγὰς εἰς τὴν παρεμβολὴν ἐπανέδραμε. μιμησάμενοι δὲ τοῦτον οἱ πλησιέστεροι λόχοι εἷς καθ’ ἕνα τὴν φυγὴν ἀμαχητὶ διεδέξαντο, κἀκείνους ἕτεροι. καὶ οὕτως ὁ βασιλεὺς ἰδὼν τὸ παράλογον τῆς ἐξαγωνίου φυγῆς, ἔστη μετὰ τῶν περὶ αὐτόν, τὴν τῶν οἰκείων φυγήν, ὡς ἔθος, ἀνακαλούμενος. ἦν δὲ ὁ ἐπακούων οὐδείς. τῶν δ’ ἐναντίων οἱ ἐπὶ λόφων ἱστάμενοι, τὸ τῶν ῾Ρωμαίων ἰδόντες ἐξαίφνης ἀτύχημα, τῷ σουλτάνῳ καταγγέλλουσι τὸ γενόμενον, καὶ τὴν ἐπιστροφὴν αὐτῷ κατεπείγουσιν. εὐθὺς οὖν ἐπανελθόντος αὐτοῦ μάχη τις ἀθρόον τῷ βασιλεῖ προσρήγνυται· καὶ κελεύσας τοὺς ἀμφ’ αὐτὸν μὴ ἐνδοῦναι μηδὲ μαλακόν τι παθεῖν, ἠμύνατο μὲν ἐρρωμένως μέχρι πολλοῦ. ἐν δὲ τῷ μέσῳ τῆς τῶν ἄλλων φυγῆς περιαντλησάσης ἔξω τὸν χάρακα, συμμιγής τις ἦν ἐκ πάντων βοὴ καὶ ἄτακτος δρόμος καὶ λόγος οὐδεὶς ἀπηγγέλλετο καίριος, τῶν μὲν λεγόντων ἰσχυρῶς ἀντιπαρατάξασθαι τὸν βασιλέα μετὰ τῶν ὑπολελειμμένων αὐτῷ καὶ τοὺς βαρβάρους τρέψασθαι, τῶν δὲ σφαγὴν ἢ ἅλωσιν καταγγελλόντων αὐτοῦ, καὶ ἄλλων ἄλλα συνειρόντων καὶ παλίντροπον ἑκατέρου μέρους τὴν νίκην καταλεγόντων, ἕως ἤρξαντο καὶ τῶν σὺν αὐτῷ Καππαδοκῶν πολλοὶ κατὰ μοίρας τινὰς ἐκεῖσε ἀποφοιτᾶν. εἰ δέ τι καὶ αὐτὸς τοῖς φεύγουσιν ἀντίξους γεγονὼς πολλοὺς ἠμυνάμην, τὴν ἀνάκλησιν ἐπιτρέπων τῆς ἥττης, ἕτεροι λεγέτωσαν. τὸ δὲ μετὰ τοῦτο καὶ τῶν βασιλικῶν ἵππων πολλοὶ μετὰ τῶν ἵππων ἐπαναστρέφοντες μὴ ἰδεῖν τὸν βασιλέα, τί γέγονεν, ἐρωτώμενοι ἀπεκρίναντο. καὶ ἦν σεισμὸς οἷος καὶ ὀδυρμὸς καὶ πόνος καὶ φόβος ἀκίχητος, καὶ ἡ κόνις αἰθέριος, καὶ τέλος οἱ Τοῦρκοι πανταχόθεν ἡμῖν περιρρέοντες. ὅθεν καὶ ὡς εἶχεν ἕκαστος ὁρμῆς ἢ σπουδῆς ἢ ἰσχύος, φυγῇ τὴν ἑαυτοῦ σωτηρίαν ἐπίστευσεν. οἱ δ’ ἐναντίοι κατόπιν διώκοντες οὓς μὲν ἀνεῖλον οὓς δὲ ζωγρίᾳ εἷλον, ἑτέρους δὲ συνεπάτουν. καὶ ἦν τὸ πρᾶγμα λίαν ἐπώδυνον καὶ πάντα θρῆνον ὑπερβάλλον καὶ κοπετόν. τί γὰρ ἐλεεινότερον τοῦ στρατόπεδον ἅπαν βασιλικὸν φυγῇ καὶ ἥττῃ παρὰ βαρβάρων ἀπανθρώπων καὶ ἀποτόμων ἐλαύνεσθαι, καὶ τὸν βασιλέα βαρβαρικοῖς ὅπλοις ἀβοήθητον περιεστοιχίσθαι, καὶ τὰς βασιλείους σκηνὰς καὶ τὰς ἡγεμονικὰς ἅμα καὶ στρατιωτικὰς ὑπὸ τοιούτων ἀνδρῶν κυριεύεσθαι, καὶ ἅπαν ἀνάστατον τὸ ῾Ρωμαϊκὸν καθορᾶσθαι, καὶ βασιλείαν ἐν ἀκαρεῖ κατανοεῖν συμπεσοῦσαν.

Μιχαήλ Ατταλειάτης, Ιστορία, Bekker, I. (ed.), Michaelis Attaliotae Historia (Bonn 1853), σελ. 160.16-163.15.

Ο Νικηφόρος Βρυέννιος δίνει μια διαφορετική εξιστόρηση της ήττας των Βυζαντινών

Οἱ δὲ Τοῦρκοι τὸν βασιλέα βλέποντες παρατάττοντα τὸν στρατόν, οὐ κατὰ φάλαγγας οὐδὲ κατὰ λόχους –οὐδὲ γὰρ ἐβούλοντο ῾Ρωμαίοις εἰς χεῖρας ἐλθεῖν– ἡσύχασαν· ἀλλ’ ὁ μὲν σουλτάνος πόρρω που ἱστάμενος τὰ πρὸς πόλεμον διετάττετο, ἀνδρὶ δέ τινι ἐκτομίᾳ τὰ μέγιστα παρ’ αὐτῷ δυναμένῳ, Ταράγγης τούτῳ τὸ ὄνομα, τὰς πλείστας δυνάμεις παραδοὺς κύριον τοῦ πολέμου τοῦτον ἀπέδειξεν. Ὁ δὲ εἰς πολλὰ μέρη τὸ στράτευμα διελὼν προλοχισμούς τε ἐποίει καὶ ἐνέδρας συνίστα καὶ περιιέναι τὰς τάξεις ῾Ρωμαίων ἐπέταττε καὶ τοῖς τοξεύμασι χρῆσθαι πάντοθεν. Οἱ δὲ ῾Ρωμαῖοι, τῶν ἵππων αὐτῶν βαλλομένων, ἠναγκάζοντο ἕπεσθαι καὶ δὴ εἵποντο, φεύγειν δοκούντων ἐκείνων· εἰς δὲ τοὺς λόχους καὶ τὰς ἐνέδρας περιπίπτοντες μεγάλως ἐβλάπτοντο. Τοῦ βασιλέως δὲ τὸν ὑπὲρ τῶν ὅλων βουλομένου κίνδυνον ἀναδέξασθαι, βάδην ἑπομένου καὶ προσδοκῶντος φάλαγγα Τούρκων εὑρεῖν καὶ αὐτῇ συρραγῆναι καὶ οὕτω κριθῆναι τὰ τοῦ πολέμου, οἱ Τοῦρκοι πανταχόθεν διεσκεδάννυντο· ὑποστρέψαντες δὲ μετὰ ῥύμης σφοδρᾶς καὶ κραυγῆς ἐπελθόντες ῾Ρωμαίοις τρέπουσι τὸ δεξιὸν κέρας. Εὐθὺς δ’ ἀνεχώρουν καὶ οἱ περὶ τὴν οὐραγίαν καὶ τὸν βασιλέα οἱ Τοῦρκοι κυκλώσαντες ἔβαλλον πάντοθεν. Ὁρμήσαντος δὲ τοῦ εὐωνύμου κέρατος ἐπαρήγειν οἱ Τοῦρκοι ἐκώλυον· κατὰ νώτου γὰρ οὗτοι γενόμενοι καὶ τοῦτο κυκλώσαντες φυγεῖν κατηνάγκασαν. Ὁ δὲ βασιλεὺς παντάπασιν ἔρημος ἀπολειφθεὶς βοηθείας τὸ ξίφος ἐγύμνωσεν ἐπὶ τοὺς ἐχθροὺς καὶ πολλοὺς μὲν ἀνεῖλε, τοὺς δὲ καὶ φυγεῖν κατηνάγκασε· κυκλωθεὶς δ’ ὑπὸ τῶν πολεμίων τοῦ πλήθους τὴν χεῖρα τιτρώσκεται καὶ γνωσθεὶς ὑπ’ αὐτῶν ὅστις ἐστὶ κύκλῳ περιστοιχίζεται πάντοθεν, καὶ τοξεύεται μὲν ὁ ἵππος αὐτοῦ καὶ ὀλισθήσας πίπτει, συγκαταβάλλει δὲ καὶ τὸν ἐπιβάτην, καὶ τοῦτον τὸν τρόπον δορυάλωτος ὁ βασιλεὺς ῾Ρωμαίων γίνεται καὶ πρὸς τὸν σουλτάνον ἀποκομίζεται δέσμιος, οὐκ οἶδ’ οἷστισι λόγοις τοῦτο τῆς θείας προνοίας οἰκονομησάσης. Ἑάλω δὲ καὶ λοιπὸν μοῖρα τῶν ἀρχόντων οὐκ ὀλίγη· τῶν δὲ λοιπῶν οἱ μὲν μαχαίρας ἔργον γεγόνασιν, οἱ δὲ διεσώθησαν· ἑάλω δὲ καὶ τό τε στρατόπεδον ἅπαν καὶ ἡ σκηνή ἡ βασίλειος καὶ τὰ χρήματα καὶ τῶν βασιλικῶν παρασήμων τὰ κάλλιστα, ἐν οἷς καὶ ὁ πολυθρύλλητος μάργαρος ᾖν, ὃν Ὀρφανὸν κατωνόμαζον. Οἱ δ’ ἐκ τῆς μάχης διασωθέντες ἄλλος ἀλλαχοῦ διεσπάρησαν, τὴν ἰδίαν ἕκαστος καταλαβεῖν σπεύδοντες.

Νικηφόρος Βρυέννιος, Ύλη Ιστορίας, Gautier, P. (ed.), Nicéphore Bryennios, Histoire (Corpus Fontium Historiae Byzantinae 9, Bruxelles 1975), σελ. 115.15-119.6.

Ο Συνεχιστής του Ιωάννου Σκυλίτζη περιγράφει την αιχμαλωσία του Ρωμανού Διογένη

Τὸν δὲ βασιλέα περιστοιχίσαντες οἱ πολέμιοι οὐκ εὐχείρωτον ἔσχον εὐθύς, ἀλλ’ ἅτε στρατιωτικῶν καὶ πολεμικῶν εἰδήμων καὶ κινδύνοις προσομιλήσας πολλοῖς καρτερῶς ἠμύνατο, καὶ πολλοὺς ἀνελὼν τέλος ἐπλήγη φασγάνῳ τὴν χεῖρα, τοῦ τε ἵππου κατακοντισθέντος ἐκ ποδὸς ἱστάμενος διεμάχετο. Καμὼν δ’ ὅμως πρὸς ἑσπέραν ἁλώσιμος –φεῦ τοῦ πάθους– καὶ αἰχμάλωτος ὁ περιώνυμος βασιλεὺς ῾Ρωμαίων γίνεται. Καὶ τῇ μὲν νυκτὶ ἐκείνῃ ἐπ’ ἴσης τοῖς πολλοῖς ἐπὶ γῆς ἀτίμως καὶ περιωδύνως κατέδαρθε, μυρίοις περικλυζόμενος λυπηρῶν κύμασι. Τῇ δ’ ἐπαύριον ἀγγελθείσης τῷ σουλτάνῳ καὶ τῆς τοῦ βασιλέως ἁλώσεως χαρά τις ἄπληστος καὶ ἀπιστία κατέσχεν αὐτὸν οἰόμενον <ὡς ἀληθῶς μέγα τι καὶ ὑπερμέγεθες εἶναι>, ὥσπερ καὶ ἦν, μετὰ νίκην τοσούτου καὶ τηλικούτου στρατοῦ καὶ αὐτὸν τὸν βασιλέα ἁλώσιμον λαβεῖν καὶ ὑποχείριον. Ἀνθρωπίνως δὲ ὅμως τὸ γεγονὸς λογισάμενος καὶ τὴν νίκην μετριοφρόνως ἐνεγκὼν καὶ τὸ γεγονὸς εὐτύχημα συστολὴν μᾶλλον καὶ ψυχῆς ἀγαθῆς ἔνδειξιν καὶ τρόπων καλοκαγαθίας μεστῶν θέμενος, Θεῷ τὸ πᾶν ἀνετίθει, ὡς μεῖζον ἢ κατὰ τὴν ἑαυτοῦ ἰσχὺν ἀποτελέσας τρόπαιον. Διὰ τοῦτο καὶ προσαχθέντος τῷ σουλτάνῳ Ἀξὰν τοῦ βασιλέως ῾Ρωμαίων ἐν εὐτελεῖ καὶ στρατωτικῇ ἀμπεχόνῃ διαπορῶν ἦν καὶ περὶ τούτου μαρτυρίαν ζητῶν. Ὡς δ’ ἐπληροφορήθη παρὰ τῶν πρέσβεων καὶ τοῦ Βασιλακίου, πεσόντος μὲν πρὸ τῶν ποδῶν αὐτοῦ, οἰκτρὸν δέ τι καὶ γοερὸν ἀνοιμώξαντος, εὐθὺς ὥσπερ ἐμμανὴς ἀνέθορε τοῦ θρόνου καὶ ἔστη ὀρθός. Τεθέντα τοῦν ὅμως πρὸ τῶν ποδῶν αὐτοῦ, πατήσας, ὥσπερ ἔθος, καὶ ἀναστήσας καὶ περιπτυξάμενος «μὴ δέδιθι» ἔφη «ὦ βασιλεῦ, ἀλλ’ εὔελπις ἔσο πρὸ πάντων, ὡς οὐδενὶ προσομιλήσεις κινδύνῳ σωματικῷ, τιμηθήσῃ δ’ ἀξίως τῆς τοῦ κράτους ὑπεροχῆς. Ἄφρων γὰρ ἐμοὶ λογίζεται ἐκεῖνος, ὁ μὴ τὰς ἀπροόπτους τύχας ἐξ ἀντεπιφορᾶς λογιζόμενός τε καὶ εὐλαβούμενος». Ἐπιτάξας οὖν αὐτῷ σκηνὴν ἀποταχθῆναι καὶ θεραπείαν ἁρμόζουσαν, σύνδειπνον αὐτὸν τηνικαῦτα καὶ ὁμοδίαιτον ἀπειργάσατο, μὴ παρὰ μέρος καθίσας, ἀλλὰ σύνθρονον ἐν εὐθύτητι τῆς ἐκκρίτου τάξεως καὶ ὁμόδοξον κατὰ τὴν τιμὴν ποιησάμενος. Δὶς τῆς ἡμέρας συνερχόμενος αὐτῷ καὶ συλλαλῶν καὶ παρακλήσεσιν ἀνακτώμενος, μέχρις ἡμερῶν ὀκτὼ τῶν ὁμοίων ἐκοινώνει αὐτῷ λόγων τε καὶ ἁλῶν μηδ’ ἄχρι καὶ βραχυτάτου λόγου πρὸς τοῦτον πεπαρῳνηκώς, περί τινων δὲ δοκούντων σφαλμάτων ἐν τῇ ἐλάσει τῆς στρατιᾶς ὑπομνήσας.

Συνεχιστής Ιωάννου Σκυλίτζη, Χρονογραφία, Τσολάκης, Ε. (επιμ.), Η Συνέχεια της Χρονογραφίας του Ιωάννου Σκυλίτζη (Ioannes Scylitzes Continuatus) (Ίδρυμα Μελετών Χερσονήσου του Αίμου 105, Θεσσαλονίκη 1968), σελ. 150.6-151.13.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>