|
|
|
|
|
Παραθέματα
|
|
An flattering portrait of John Doukas by Michael Psellos:
Τί ἄν τις εἴποι περὶ τοῦ ἀνδρὸς τούτου, ὥστε ἐξισῶσαι τοὺς λόγους ταῖς τῶν ἠθῶν ἀγλαΐαις καὶ ταῖς τῆς ψυχῆς ἀρεταῖς; παντοδαπὸν γὰρ οὗτος χρῆμα καὶ οἷον κάλλιστον τῷ βίῳ ἀνάθημα, καὶ τεθέαμαι, οὕτω πρᾳοτάτην ἐνδείκνυται τὴν ψυχὴν, ὡς εἰκάζεσθαι ῥεύματι ἐλαίου ἀψοφητὶ ῥέοντος. Τὰ μὲν οὖν ἐς στρατηγίαν κατὰ τοὺς ἀρχαίους ἐκείνους καὶ πολυϋμνήτους Καίσαρας, καὶ ὁπόσα τετολμήκασί τα καὶ κατορθώκασιν Ἁδριανοὶ καὶ Τραϊανοὶ καὶ ὁ τῆς αὐτῆς ξυμμορίας, ἐκείνοις <συν>ελήλυθε πρὸς τὴν τοιαύτην ἐπιστήμην, οὐκ ἀπὸ ταὐτομάτου, οὐδὲ τυχαίως, ἀλλ' ἀπὸ τῶν τακτικῶν βιβλίων καὶ στρατηγικῶν καὶ πολιορκητικῶν καὶ περὶ ὅσων οἱ περὶ Αἰλιανὸν καὶ Ἀπολλόδωρον συγγεγράφασιν· ἀλλὰ τὰ μὲν περὶ τὴν στρατηγίαν τοιοῦτος, ἐλάττων δὲ τὰ πολιτικὰ καὶ ὅσα ἐς δίκας φέρει καὶ τὰ δημόσια; πολλοῦ γε καὶ δεῖ· ξυρὸς γὰρ εἰς ἀκόνην πρὸς πάντα τὰ κάλλιστα, τοῦτο δὴ τὸ παροιμιῶδες· ἀλλ ἐς ὀργὴν πρόχειρος; οὐ μὲν οὖν, εἰ μὴ ὅσον ἐνδείξασθαι· ἀλλὰ μνησικακῆσαι δεινός; ἀλλὰ τοῦτο δὴ τὸ μέρος καὶ μᾶλλον θαυμάσιος καὶ οἷος οὐκ ἄλλος· ἀλλὰ τὴν γλῶτταν πρόχειρος, ἢ πρὸς τὸν ἀδελφὸν πρότερον καὶ τὸν ἀνεψιὸν ὕστερον τόλμαν ἔχων ἢ παρρησίαν; οὐ μὲν οὖν· ὥς γε δὴ καὶ παράδειγμα τοῖς πολλοῖς ἡμῖν εὐλαβείας καθίσταται, ἁπανταχοῦ δὲ μετριάζων καὶ σπουδὴν παιδιᾷ κιρνῶν, ἐν τούτῷ μόνον οὐ καθεκτός, οὐδὲ σύμμετρος. Τα παντοδαπὰ κυνηγᾶται· περιεργάζεται οὖν πτερὸν ὄρνιθος καὶ θηρίων ὁρμὰς, ἐπιθωΰζει τα κυσὶ καὶ καταδιώκει βαλιὰν ἔλαφον, μαίνεταί τε περὶ ἄρκτους, ὃ δὴ πολλάκις αὐτῷ προσωνείδισα, ἀλλ' ἔστιν αυτῷ ἡ θήρα ἀμετάθετα παιδικά· δυοῖν γὰρ τούτοις μερίζει τὸν βίον, βιβλίοις καὶ κυνηγεσίοις, μᾶλλον δὲ σχολάζοντι μὲν φίλα ταῦτα καὶ μελετώμενα, σπουδάζοντι δὲ οἰκεῖα ὅσα καὶ ὅσα πρὸς τοὺς καιρούς·
Μιχαήλ Ψελλός, Χρονογραφία, trans. Σιδέρη, Α. (Athens 1997), pp 396.
|
|
|
|
|
|