The siege and the fall of Tyana, according to the Byzantine chronicler Theophanes
“Τούτω τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς καί Ἄβας τὴν Τύανον διὰ τὴν μανίαν τοῦ ἀποκτανθέντος στρατοῦ σὺν τῷ Μαϊουμᾷ ὑπὸ Μαριανοῦ, καὶ ταύτην πολιορκοῦντες παρεχείμασαν ἐκεῖ. καὶ ἀποστέλλει πρὸς αὐτοὺς ὁ βασιλεὺς δύο στρατηγούς, Θεόδωρον τὸν Καρτεροῦκαν καὶ Θεοφύλακτον τὸν Σαλιβᾶν μετὰ στρατοῦ καὶ γεωργικοῦ λαοῦ χωρικοβοηθείας πρὸς τὸ πολεμῆσαι καὶ ἐκδιῶξαι αὐτούς. αὐτοὶ δὲ εἰς ἔριν ἀλλήλων ἐλθόντες καὶ ἀτάκτως συμβαλόντες αὐτοῖς τρέπονται, καὶ πολλαὶ χιλιάδες ἀπώλοντο, καὶ ᾐχμαλωτεύθησαν πολλοί. λαβόντες δὲ τὸ τοῦλδον καὶ τὰ τούτων βρώματα παρεκάθισαν, ἕως οὗ παρέλαβον τὴν πόλιν. λειφθέντες γὰρ ἦσαν τὰ βρώματα, καὶ ἤμελλον ἀναχωρεῖν. οἱ δὲ τῆς πόλεως Τυάνων ταῦτα ἰδόντες καὶ ἀπογνόντες ἔλαβον λόγον τῆς ἑαυτῶν ἀπαθείας καὶ ἐξῆλθον πρὸς αὐτοὺς καταλιπόντες τὴν πόλιν ἔρημον ἕως τοῦ νῦν. οἱ δὲ τὸν λόγον μὴ φυλάξαντες τούτους εἰς τὴν ἔρημον ἐξώρισαν, καὶ πολλοὺς δούλους ἐκράτησαν.”
De Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), pp. 376.31‑377.14.
The siege of Tyana in the historical work of Patriarch Nikephoros
“Ἐν τούτοις ὄντων τῶν πραγμάτων ὁ τῶν Σαρακηνῶν βασιλεὺς λαὸν πλεῖστον ὁπλίτην ἐκπέμπει, ἡγεμόνας αὐτοῖς ἐπιστήσας Μασαλμᾶν καὶ Σολυμᾶν κατὰ τὴν αὐτῶν διάλεκτον καλουμένους, ὡς τὰ Τύανα τὴν πόλιν πολιορκήσοντας. οἱ δὲ ἐκεῖσε παραγενόμενοι, πολέμους πλείστους συνάψαντες, μέρος δὲ καὶ τοῦ τείχους ἐκ τῶν πρὸς τειχομαχίαν ὀργάνων καταβαλόντες καὶ πλέον οὐδὲν ἀνύσαι ἰσχύσαντες, ἀποχωρεῖν πρὸς τὰ οἰκεῖα ἐβούλοντο. ἐν ᾧ ἐκπέμπει Ἰουστινιανὸς πρὸς τῇ μεσογείᾳ, καὶ πλεῖστον λαὸν ἄγροικόν τε καὶ γεωργικὸν ἀθροίσας πρὸς τὰ Τύανα ἀφικνεῖσθαι ἐκέλευσεν ὡς τοὺς πολιορκουμένους ἐπαμυνόμενος. τούτους ἀόπλους οἱ Σαρακηνοὶ θεασάμενοι ὁρμῶσι κατ’ αὐτῶν, καὶ τοὺς μὲν ξίφει ἀνεῖλον τοὺς δὲ αἰχμαλώτους συνέλαβον. ἐντεῦθεν θαρραλεώτερον διατεθέντες τῆς προσεδρίας Τυάνων εἴχοντο. οἱ δὲ ἀπορίᾳ δαπανημάτων τῶν πρὸς μάχην ἀπειπόντες τῆς τε παρὰ βασιλέως βοηθείας οὐκ εὐπορήσαντες, ὁμολογίᾳ ἑαυτοὺς τοῖς ἐχθροῖς παρέδοσαν καὶ πρὸς τὰ τῶν Σαρακηνῶν ἤθη ἀπῴχοντο.”
Mango, C. (ed.), Nikephoros, Patriarch of Constantinople, Short History (Corpus Fontium Historiae Byzantinae 13, Washington 1990), p. 44.1‑18.