Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Rebellion of Bardas Phokas, 987-89

Συγγραφή : Stouraitis Ioannis (10/12/2003)
Μετάφραση : Koutras Nikolaos

Για παραπομπή: Stouraitis Ioannis, "Rebellion of Bardas Phokas, 987-89",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=9976>

Στάση Βάρδα Φωκά, 987-989 (15/2/2010 v.1) Rebellion of Bardas Phokas, 987-89 (21/2/2006 v.1) 

Παραθέματα

 

The rebellion of Bardas Phokas according to Leo Deacon

Μήπω δὲ τοῦ τοιούτου πάθους τελευταίως ὑπολωφήσαντος, Βάρδας Μάγιστρος ὁ Φωκᾶς κατὰ τῶν κρατούντων ἐτραχηλίασε, καὶ τὴν τῆς Ἀσίας ῾Ρωμαϊκὴν ὑπεποιήσατο δύναμιν, καὶ κατὰ θάλασσαν ἐπίνεια καὶ πτολίσματα πλὴν Ἀβύδου εἶλε· καὶ τριήρεις συχνὰς νεολκήσας, ἐφρούρει τὸν τοῦ Ἑλλησπόντου πορθμόν, οὐκ ἐῶν τὰς φορτίδας ἀνάγεσθαι πρὸς τὴν βασιλεύουσαν· στρατιάν τε πλείστην, ἧς Λέων Μάγιστρος ὁ Μελισσηνὸς ἡγεῖτο, παρὰ τὴν ἤπειρον τῆς Ἀβύδου καθίδρυσε, τάς τε σφετέρας τριήρεις φρουροῦσαν, καὶ πολιορκοῦσαν τὴν Ἄβυδον. αὖθίς τε χάρακα καρτερὸν πρὸ τοῦ Βυζαντίου ἐπὶ τοῦ τῆς Χρυσῆς πόλεως λόφου ἔπηξεν, ἱππικὴν ὅτι πλείστην καὶ πεζικὴν στειλάμενος δύναμιν· ἀρχηγοὺς δὲ τῆς στρατιᾶς ταύτης τόν τε σύναιμον αὑτοῦ τὸν Πατρίκιον Νικηφόρον, καὶ Καλοκύρην Πατρίκιον, ᾧ ἐπίκλησις Δελφινᾶς προεστήσατο. τούτους ὁ αὐτοκράτωρ αὖθις Βασίλειος, μετὰ δυνάμεως ἀποχρώσης τὸν Βόσπορον περαιωθείς, ἐξ ἀντιπάλου μάχης ἐτρέψατο· καὶ ζωγρίας συνειληφώς, τὸν μὲν Νικηφόρον καὶ ὁμαίμονα τοῦ Φωκᾶ πεδήτην ἀποφήνας, εἱρκτῇ συνέκλεισε· τὸν δέ γε Καλοκύρην τὸν Δελφινᾶν αὐτοῦ που παρὰ τὸν τῆς Χρυσοπόλεως λόφον, ἵνα καὶ ἡ σκηνὴ αὐτῷ ἐπήγνυτο, ἀνεσκολόπισε. Βάρδας δὲ ὁ Φωκᾶς, τὴν ἐν Χρυσοπόλει πανολεθρίαν τῆς στρατιᾶς διενηχηθείς, τήν τε τοῦ ὁμαίμονος σύλληψίν τε καὶ κάθειρξιν, καὶ τὴν τοῦ Δελφινᾶ ἐπὶ τοῦ ξύλου προσπαττάλευσιν, τὰς περὶ αὑτὸν δυνάμεις συνηθροικώς, εἰς Ἄβυδον κάτεισι, τό τε φρούριον τὸ ἐκεῖσε πειρώμενος πολιορκῆσαι, καὶ πρὸς τὴν Εὐρώπην διαπεράσαι, ὡς καὶ ταύτην ὑποποιήσαιτο. ὁ δὲ αὐτοκράτωρ Βασίλειος, τὴν ἐν Ἀβύδῳ κάθοδον τοῦ τυράννου ἐνωτισθείς, τὴν περὶ αὑτὸν στρατιὰν συναγηοχώς, καὶ τὰς πυρφόρους τριήρεις ἐξαρτυσάμενος, ἀντίπαλος τούτῳ καθίσταται· καὶ, περαιωθεὶς τὸν Ἑλλήσποντον, ἐν τῷ πρὸ τῆς Ἀβύδου πεδίῳ τὴν βασίλειον σκηνὴν ἐπήξατο, ὁσημέραι τὰς φάλαγγας συντάττων καὶ ἐξασκῶν, καὶ γνωματεύων ὅτῳ τρόπῳ τῷ ἀποστάτῃ ἐπέλθοι. μιᾷ γὰρ τοιγαροῦν τῶν νυκτῶν ἐς λόχους συντάξας τὸ στράτευμα, διὰ τῆς παρὰ θάλασσαν ἀταρπιτοῦ τοῖς ἐναντίοις ἐπέθετο, καὶ, ἤδη τῆς ἡμέρας διαφαυούσης, τάς τε τριήρεις πάσας ἐνέπρησε, καὶ τοὺς ἐναντίους κατακαίνων οὐκ ἀνίει. Βάρδας δὲ ὁ Φωκᾶς, τῷ αἰφνιδίῳ τῆς ἀφίξεως καὶ ἐπιθέσεως τοῦ αὐτοκράτορος ἐκπλαγεὶς, ἀντιμέτωπος τοῦ χάρακος ἔξεισι· καὶ δῆτα κατὰ τὸ μεταίχμιον ἀντικαταστάς, καὶ τοῦ ἵππου ἀθρόον κατενεχθείς, ξίφει τὸν αὐχένα ἐκκόπτεται. καὶ τὸ μὲν γιγαντῶδες τούτου σῶμα κατὰ τὴν Ἄβυδον τῇ γῇ κατορύττεται· ἡ δὲ κεφαλή, πρὸς τὴν βασιλεύουσαν ἐκπεμφθεῖσα καὶ τῷ δορατίῳ περιπαρεῖσα, κατὰ τὰς ἀγυιὰς θριαμβεύεται, καὶ τοῖς κατὰ τὴν Ἀσίαν ἐκπέμπεται στασιάζουσι. καὶ οὕτω τὰ τῆς ἀποστασίας εἰς σταθηρὰν γαλήνην μετεσκευάζετο.

Hase, C. B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Bonn 1828), pp. 173.12-175.5.

The outbreak of Bardas Phokas's rebellion. A passage from the work of John Skylitzes

Οἱ δὲ τῶν ῾Ρωμαίων μεγιστᾶνες μηνιῶντες τῷ βασιλεῖ, ὁ μὲν Φωκᾶς Βάρδας καί τινες σὺν αὐτῷ, ὅτι περ εἰς Βουλγαρίαν ἐκστρατεύσας ὑπερεῖδεν αὐτούς, μηδ’ ἐν Καρὸς λογισάμενος μοίρᾳ, ἄλλοι δὲ καὶ ἄλλοι δι’ ἄλλους προπηλακισμούς τε καὶ παροινίας, ὁ δὲ μάγιστρος Εὐστάθιος ὁ Μαλεΐνος διὰ τὸ ἀτίμως ἀπὸ τῆς εἰρημένης ἐκστρατείας ἀποπεμφθῆναι, συναθροισθέντες ἐν τῷ Χαρσιανῷ, κατὰ τὸν οἶκον τοῦ ῥηθέντος Μαλεΐνου, πεντεκαιδεκάτῃ τοῦ Αὐγούστου μηνός, τῆς πεντεκαιδεκάτης ἰνδικτιῶνος, Βάρδαν τὸν Φωκᾶν ἀνεῖπον βασιλέα, διάδημά τε περιθέντες αὐτῷ καὶ τὰ λοιπὰ τῆς βασιλείας γνωρίσματα.

Thurn, I. (ed.), Ιoannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), p. 332.59-67.

The defeat of Bardas Phocas in Chrysoupolis (988)

Βάρδας δὲ ὁ Φωκᾶς, ὡς τὴν τοῦ Σκληροῦ ἐπάνοδον προσαγγελθεῖσαν ἐπύθετο, γράμματά τε ἐκπέμπει αὐτὰ ἐκεῖνα δηλοῦντα τὰ ἐκείνῳ πρὸς τρόπου, καὶ ὅρκοις ἐπιστοῦτο τὰς ὑποσχέσεις, «εἰ τῶν ἠλπισμένων τύχοιμεν,» λέγων, «σὺ μὲν ἄρξεις Ἀντιοχείας καὶ Φοινίκης καὶ Κοίλης Συρίας καὶ Παλαιστίνης καὶ Μεσοποταμίας, ἐγὼ δὲ ἄρχων ἔσομαι τῆς βασιλίδος αὐτῆς καὶ τῶν ὑπολοίπων ἐθνῶν.» δεξάμενος δὲ περιχαρῶς ὁ Σκληρὸς τοὺς λόγους, καὶ τοῖς ὅρκοις θαρρήσας, ἄπεισιν ἐν Καππαδοκίᾳ πρὸς τὸν Φωκᾶν, ὡς τάχα πληρώσων τὴν κοινοπραγίαν. ἐκεῖνος δὲ τοῦτον ἔνδον τῆς σαγήνης λαβὼν ἀπαμφιέννυσί τε τὰ τῆς βασιλείας παράσημα καὶ ἐς τὸ φρούριον τὸν Τυροποιὸν ἐκπέμπει, φρουρὰν οὐκ ἀγεννῆ περιστήσας αὐτῷ. αὐτὸς δὲ μέρος τοῦ στρατοῦ παρασχὼν Καλοκυρῷ πατρικίῳ τῷ Δελφινᾷ ἐκπέμπει κατὰ τὴν ἀντίπορθμον τῇ βασιλίδι Χρυσόπολιν. τὸ δὲ λοιπὸν ἅπαν τῆς στρατηγίας ἄγων μεθ’ ἑαυτοῦ κάτεισιν εἰς Ἄβυδον, ἐλπίσας οὕτω κατεχομένων τῶν στενῶν πεπιεσμένους ἐνδείᾳ παραστήσεσθαι τοὺς πολίτας. ὁ δὲ βασιλεὺς πολλὰ παρακαλέσας τὸν Δελφινᾶν ἀπαναστῆναι τῆς Χρυσοπόλεως καὶ μὴ ἀντιμέτωπον τῇ βασιλίδι ποιεῖσθαι στρατοπεδείαν, ὡς οὐκ ἔπειθε, πλοῖα παρασκευάσας νυκτὸς καὶ τούτοις ἐμβιβάσας ῾Ρῶς (ἔτυχε γὰρ συμμαχίαν προσκαλεσάμενος ἐξ αὐτῶν, καὶ κηδεστὴν ποιησάμενος τὸν ἄρχοντα τούτων Βλαδιμηρὸν ἐπὶ τῇ ἑαυτοῦ ἀδελφῇ Ἄννῃ), περαιωθεὶς μετ’ αὐτῶν ἀνοήτως ἐπιτίθεται τοῖς ἐχθροῖς καὶ ῥᾷον χειροῦται. τὸν μὲν οὖν Δελφινᾶν ἐπὶ ξύλου κρεμᾷ κατ’ ἐκεῖνον τὸν τόπον, ἔνθαπερ εἶχε τὴν σκηνὴν πεπηγμένην, τὸν δὲ ἀδελφὸν τοῦ Φωκᾶ Νικηφόρον τὸν τυφλὸν φρουρᾷ παραδίδωσι ἀνασκολοπίζει δὲ καὶ τὸν Ἀτζυποθεόδωρον κατὰ τὴν Ἄβυδον καὶ τοῖς λοιποῖς τοῖς ἁλοῦσι ποινὰς ἐπιθεὶς τὰς δοκούσας ὑπέστρεψεν εἰς τὴν βασιλίδα.

Thurn, I. (ed.), Ιoannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), pp. 335.71-336.2.

Byzantine historian John Skylitzes describes the end of Bardas Phokas's rebellion

Ὁ δὲ Φωκᾶς τὴν Ἄβυδον καταλαβὼν ἐπιμελῶς ἐπολιόρκει, ῥωμαλέως ὑφισταμένων καὶ τῶν ἔνδον τὴν πολιορκίαν, τοῦ δρουγγαρίου τῶν πλωΐμων Κυριακοῦ προεκπεμφθέντος παρὰ τοῦ βασιλέως καὶ τοὺς ἔνδον παραθαρρύνοντος. μετὰ μικρὸν δὲ ἐπεραιώθη καὶ Κωνσταντῖνος ὁ τοῦ βασιλέως ἀδελφός, κατόπιν δ’ ἀφίκετο καὶ αὐτὸς ὁ βασιλεύς. ὧν περαιωθέντων ὁ Φωκᾶς μέρος μὲν τῆς στρατιᾶς προσεδρεύειν ἐπέταξε τῇ τῆς Ἀβύδου πολιορκίᾳ, αὐτὸς δὲ τοῖς λοιποῖς τοῦ στρατοῦ ἀντιπαρατάττει τοῖς βασιλεῦσι, καὶ μελλούσης ἤδη ἀρχὴν λαμβάνειν τῆς μάχης ὁ Φωκᾶς τοῦ ζῆν ἀγεννῶς τὸ γενναίως ἀποθανεῖν εὐγενῶς προκρίνας, τὸν βασιλέα θεασάμενος πόρρωθεν τῇδε κἀκεῖσε καθιππαζόμενον καὶ τὰς τῶν οικείων διακοσμοῦντα τάξεις καὶ παραθαρρύνοντα, καὶ πρὸς ἑαυτὸν λογισάμενος, ὡς, εἰ τούτου ἐπιτυχὴς γένηται, ῥᾷον ἂν καὶ τοὺς λοιποὺς καταγωνιεῖται, τὸν ἵππον μυωπίσας ῥαγδαίως ἵκετο κατ’ αὐτοῦ, τὰς ἐναντίας φάλαγγας διακόπτων καὶ ἀνυπόστατος τοῖς πᾶσι φαινόμενος. ἤδη δὲ τῷ βασιλεῖ προσεγγίζων εὐθὺς ὑποστρέφει καὶ εἴς τινα λόφον ἄνεισι, καὶ τοῦ ἵππου ἀποβὰς καὶ πρὸς γῆν ἐκτείνας ἑαυτὸν ἀπέλιπε τὴν ζωήν, εἴτε παρά του τῶν στρατιωτῶν ἐν τῷ ἀτάκτως φέρεσθαι καιρίαν τυπείς, εἴτε καὶ ἄλλως ἀπὸ σωματικῆς ἀταξίας κατεργασθείς. πληγὴν μέντοι οὐδ’ ὅλως εὑρέθη ἐν τῷ σώματι ἔχων, καὶ διὰ τοῦτο ὁ λέγων λόγος δηλητηρίῳ αὐτὸν ἀναιρεθῆναι κρατεῖ. φέρεται γάρ, ὅτι Συμεὼν ὁ πιστικώτατος τῶν θεραπόντων αὐτοῦ, δώροις ὑπὸ βασιλέως ἀναπεισθείς, φαρμάκῳ τοῦτον ἀπέκτεινεν. εἰώθει γὰρ ὁ Φωκᾶς ἐν τοῖς πολέμοις ὕδατος ψυχροῦ πρὸ τῆς συμπλοκῆς ἀπογεύεσθαι. ὃ κἀν ταύτῃ τῇ συμπλοκῇ ποιήσας ἔλαθε συγκαταπιὼν τῷ ὕδατι καὶ τὸ δηλητήριον. ἐπὶ πολὺν δὲ χρόνον ἐν τῷ λόφῳ κειμένου τοῦ Φωκᾶ ᾤοντο πάντες διά τινα σωματικὴν μαλακίαν ἀναπαύσει μικρᾷ ἑαυτὸν δεδωκέναι. ὡς δὲ ἐχρόνιζε κείμενος καὶ προσελθών τις νεκρὸν αὐτὸν εὗρε καὶ ἄναυδον καὶ διεγνώσθη τοῖς πᾶσιν ὁ τούτου θάνατος, οἱ μὲν ἀποστάται εὐθὺς εἰς φυγὴν ὥρμησαν, τὰ δὲ τοῦ βασιλέως ἐπερρώσθη στρατεύματα, καὶ ἐδίωκον αμεταστρεπτί, καὶ ζωγροῦνται μὲν Λέων καὶ Θεόγνωστος οἱ Μελισσηνοί, Θεοδόσιος ὁ Μεσανύκτης καὶ ἄλλοι πολλοί. οὓς μεθ’ ἑαυτοῦ ὁ βασιλεὺς εἰς τὴν πόλιν εἰσαγαγὼν διὰ μέσης ἐθριάμβευσε τῆς ἀγορᾶς ὄνοις ἐφεζομένους, μόνου φεισάμενος Λέοντος τοῦ Μελισσηνοῦ. λέγεται γὰρ οὗτος ἐπὶ τῆς παρατάξεως τῷ οἰκείῳ ἀδελφῷ Θεογνώστῳ, ἐπιχλευάζοντι τοὺς βασιλεῖς καὶ ὕβρεις ἀπρεπεῖς ἐς αὐτοὺς ἀπορριπτοῦντι, ἐπιτιμῆσαί τε πολλὰ μετὰ δακρύων καὶ παρακαλέσαι παύσασθαι τῆς ἀθυροστομίας καὶ μὴ ἀναιδῶς ἐνυβρίζειν εἰς τοὺς οἰκείους δεσπότας, ἐπεὶ δὲ μὴ ἔπειθε, καὶ τὸν σειρομάστην ἐντείνας δοῦναι τούτῳ πολλάς, ὥστε καὶ τὸν βασιλέα θεωρὸν ὄντα τῶν γινομένων ἀνειπεῖν πρὸς τοὺς παρόντας· «ἴδετε, ὦ οὗτοι, ἀφ’ ἑνὸς ξύλου καὶ σταυρὸν καὶ πτύον.» διὰ ταύτην οὖν τὴν αἰτίαν λέγεται τῷ Λέοντι συγχωρηθῆναι τὸν θρίαμβον.

Thurn, I. (ed.), Ιoannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), pp. 336.3-338.44.

Michael Psellos's account of Bardas Phocas's rebellion

Ὁ δέ γε Φωκᾶς Βάρδας τῷ βασιλεῖ ῾Ρωμαίων ἐπαναζεύγνυσι, καὶ τῆς τε τροπαιοφόρου ἐτετυχήκει πομπῆς, τοῖς τε περὶ τὸν βασιλέα συναρίθμιος ἐτύγχανεν ὤν. Οὕτω μὲν οὖν ἡ πρώτη τυραννὶς καταλέλυται, καὶ ὁ βασιλεὺς Βασίλειος ἀπηλλάχθαι πραγμάτων ἔδοξε· ἡ δὲ δόξασα αὕτη κατάλυσις ἀρχὴ πολλῶν ὠδίνων οὖσα ἐτύγχανεν. Ὁ γάρ τοι Φωκᾶς πρῶτα μὲν μειζόνων ἀξιωθείς, ἔπειτα ἐλαττόνων, καὶ αὖθις ὑπορρεούσας αὐτῷ τὰς ἐλπίδας ὁρῶν, ἅμα δὲ καὶ μὴ προδεδωκέναι τὴν πίστιν οἰόμενος, ἐπὶ ῥητοῖς προσβᾶσαν καὶ φυλαχθεῖσαν, σὺν τῷ κρατίστῳ μέρει τοῦ στρατοπέδου βαρυτέραν τε καὶ χαλεπωτέραν κατὰ τοῦ Βασιλείου τυραννίδα ἀνίστησι· καὶ τὰ πρῶτα γένη τῶν τότε δυναμένων ἀναρτησάμενος, καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκριθείς, στράτευμά τε Ἰβηρικὸν ἀπολεξάμενος ἑαυτῷ (ἄνδρες δὲ οὗτοι τό τε μέγεθος εἰς δέκατον πόδα ἀνεστηκότες καὶ τὴν ὀφρὺν σοβαρὰν ἕλκοντες), οὐκ ἔτι ἐν ὑπονοίαις, ἀλλὰ μετὰ τῆς βασιλικῆς τιάρας καὶ τοῦ ἐπισήμου χρώματος τὴν τυραννικὴν στολὴν ἀμφιέννυται. Εἶτα γίνεταί τι τοιοῦτον· πόλεμός τις ἀλλόφυλος καταλαμβάνει τὸν Βαβυλώνιον, ᾧ προσπεφυγότες οἱ περὶ τὸν Σκληρόν, ὥσπερ δήπου ὁ λόγος ἐγνώρισε, ἀντιστρόφους εὕροντο τὰς ἐλπίδας, καὶ ὁ πόλεμος βαρὺς καὶ δεινὸς καὶ πολλῶν δεόμενος τῶν ἀντιστησομένων χειρῶν καὶ δυνάμεων· καὶ ἐπειδὴ οὐκ εἶχεν οὗτος τῷ οἰκείῳ μόνῳ στρατοπέδῳ θαρρεῖν, ἐπὶ τοὺς φυγάδας τίθεται τὰς ἐλπίδας, καὶ λύει μὲν εὐθὺς τῶν δεσμῶν, ἐξάγει δὲ τῆς φρουρᾶς, ὁπλίζει τε καρτερῶς, καὶ κατ’ εὐθὺ τῆς ἐναντίας ἵστησι φάλαγγος. Οἱ δὲ, ἅτε γενναῖοι ἄνδρες καὶ μάχιμοι, καὶ τάξεις εἰδότες ὁπλιτικάς, ἑκατέρωθεν διαστάντες, εἶτα δὴ ἀθρόον ἐξιππασάμενοι καὶ τὸ ἐνυάλιον ἀλαλάξαντες, τοὺς μὲν αὐτοῦ κτείνουσι, τοὺς δὲ τρέψαντες εἰς φυγήν, εἶτ’ ἄχρι τοῦ χάρακος ἐξελάσαντες, ἄρδην ἅπαντας ἀνῃρήκασιν· ἀναζευγνύντες δὲ, ὥσπερ ἐκ ταὐτοῦ συνθήματος τῆς ψυχῆς, πρὸς φυγὴν ἐτρέψαντο ἑαυτούς· ἐδεδοίκεσαν γὰρ αὖθις τὸν βάρβαρον, ὡς οὐ δεξιῶς τούτοις προσενεχθησόμενον, ἀλλὰ πάλιν ἐν πέδαις καθείρξοντα. Κοινῇ γοῦν ἀνὰ κράτος φεύγοντες, ἐπειδὴ πλεῖστον τῆς Ἀσσυρίων ἀπεληλύθεισαν γῆς, καὶ ἡ φυγὴ καταφανὴς τῷ βαρβάρῳ ἐγένετο, τοῖς ἐπιτυχοῦσι τότε τοῦ συνηθροισμένου στρατεύματος τὴν ἐπιδίωξιν αὐτῶν ἐγκελεύεται· καὶ πολύ τι πλῆθος κατὰ νώτου τούτοις συνεισπεσόντες, ἔγνωσαν ὅσῳ τῷ μέτρῳ τῆς τῶν ῾Ρωμαίων ὑστεροῦσι χειρός· οἱ γάρ τοι φυγάδες ἀθρόον τοὺς χαλινοὺς στρέψαντες, καὶ ἐλάττους πρὸς πολλαπλασίους ἀγωνιζόμενοι, βραχυτέρους ἑαυτῶν τοὺς καταλελειμμένους πρὸς τὴν φυγὴν πεποιήκασιν. Ὁ μὲν οὖν Σκληρὸς τυραννεύειν τε αὖθις ᾤετο καὶ τὰς ὅλας καθέξειν δυνάμεις, ἀνακεχωρηκότος τε τοῦ Φωκᾶ ἤδη καὶ πάσης τῆς βασιλείου διασκεδασθείσης δυνάμεως· ἐπεὶ δὲ πρὸς τοῖς ῾Ρωμαϊκοῖς ὁρίοις γενόμενος, τὸν Φωκᾶν ἐμεμαθήκει βασιλειῶντα, ἐπειδὴ οὐχ οἷός τε ἦν καὶ τῷ βασιλεῖ μάχεσθαι, τὸν μὲν καὶ αὖθις ὑβρίσας, τῷ δὲ μετὰ τοῦ ἐλάττονος προσεληλυθὼς σχήματος, ἐκεῖνον μὲν τῶν πρωτείων ἠξίωσε, αὐτὸς δὲ μετ’ ἐκεῖνον ὡμολόγησε τάττεσθαι· εἶτα δὴ διχῇ διελόμενοι τὰς δυνάμεις, μακρῷ τὴν τυραννίδα εὐσθενεστέραν εἰργάσαντο. Οἳ μὲν οὖν τάξεσι καὶ παρεμβολαῖς ἐπεποίθεσαν, καὶ μέχρι τῆς Προποντίδος καὶ τῶν παραλίων ἐν ταύτῃ χωρίων κατεληλύθεσαν, ἐπ’ ἀσφαλοῦς τοὺς χάρακας θέμενοι, καὶ μονονοὺ ὑπεράλλεσθαι καὶ αὐτὴν ἐπιχειροῦντες τὴν θάλασσαν. Ὁ δὲ βασιλεὺς Βασίλειος τῆς τῶν ῾Ρωμαίων ἀγνωμοσύνης κατεγνωκὼς, ἐπειδήπερ οὐ πρὸ πολλοῦ ἀπὸ τῶν ἐν Ταύρῳ Σκυθῶν λογὰς πρὸς αὐτὸν ἐφοίτησεν ἀξιόμαχος, τούτους δὴ συγκροτήσας, καὶ ξενικὴν ἑτέραν ξυλλοχισάμενος δύναμιν, κατὰ τῆς ἀντικειμένης ἐκπέμπει φάλαγγος· οἳ δὴ καὶ ἐκ τοῦ παρ’ ἐλπίδας ἐπιφανέντες αὐτοῖς, οὐ πρὸς μάχην διεγηγερμένοις, ἀλλὰ πρὸς μέθην κατακεκλιμένοις, οὐκ ὀλίγους τε αὐτῶν ἀνῃρήκασι καὶ τους καταλελειμμένους ἄλλους ἀλλαχόσε διέσπειραν· συνίσταται δὲ καὶ πρὸς αὐτὸν τὸν Φωκᾶν στάσις αὐτοῖς καρτερά. Συμπαρῆν δὲ τῷ τῶν ῾Ρωμαίων στρατῷ καὶ ὁ βασιλεὺς Βασίλειος ἄρτι γενειάζων καὶ τὴν πρὸς τοὺς πολέμους ἐμπειρίαν λαμβάνω·· ἀλλ’ οὐδὲ ὁ ἀδελφὸς αὐτοῦ Κωνσταντῖνος ἀπῆν τῆς παρεμβολῆς· ἀλλὰ καὶ οὗτος θώρακά τε περιβαλλόμενος καὶ δόρυ μακρὸν ἐπισείων, μέρος τῆς φάλαγγος ἦν. Αἱ μὲν οὖν τάξεις εἱστήκεσαν ἑκατέρωθεν, ἀπὸ μὲν τῶν παραλίων μερῶν ἡ βασιλικὴ, ἀπὸ δὲ τῶν ὑψηλοτέρων ἡ τυραννικὴ, καὶ πολὺ μεταξὺ τὸ μεταίχμιον. Ὁ τοίνυν Φωκᾶς, ὡς καὶ τοὺς βασιλεῖς διατεταγμένους ἐμεμαθήκει εἰς τὴν παράταξιν, οὐκ ἔτι <ἐν> ἀναβολαῖς τοῦ μάχεσθαι ἦν, ἀλλὰ τὴν ἡμέραν ἐκείνην κρίσιν τοῦ πολέμου δημοτελῆ ἔθετο, καὶ τῷ τῆς τύχης ἑαυτὸν ἐπέτρεψε πνεύματι· οὐ μὴ κατὰ σκοπὸν τοῖς περὶ αὐτὸν ἐποιεῖτο μάντεσιν· οἳ μὲν γὰρ ἀπεῖργον τοῦ μάχεσθαι, τῶν θυμάτων αὐτοῖς τοῦτο διασαφούντων, ὁ δὲ ἀντεπεχείρει ὅλην ἀφεὶς τὴν ἡνίαν τῷ ἵππῳ. Λέγεται μέντοι καὶ σημεῖα φανῆναί οἱ ἀπαίσια· ὡς γὰρ ἱππάσατο, εὐθὺς αὐτῷ διωλισθήκει ὁ ἵππος, καὶ ἐπεὶ μετέβη εἰς ἕτερον, καὶ οὗτος βραχύ τι προεληλυθὼς ταὐτὸ ἐπεπόνθει· ὅ τε χρὼς αὐτῷ ἐτέτραπτο, καὶ ἀχλὺς μὲν τὴν γνώμην, δῖναι δὲ τὴν κεφαλὴν διετάραξαν. Ὡς δὲ πρὸς οὐδὲν ἐνδόσιμος ἦν, ἅπαξ ἑαυτὸν καταστήσας εἰς τὸν ἀγῶνα, ἐπειδὴ ἐνεβεβήκει τῷ μετώπῳ τῆς φάλαγγος, καὶ ἤδη που πλησίον τῆς βασιλείου ἐγεγόνει δυνάμεως, πεζήν τινα περὶ αὑτὸν συλλεξάμενος δύναμιν, Ἰβήρων τοὺς μαχιμωτάτους φημὶ, ἀρτιφυεῖς πάντας τὸ γένειον καὶ αὐτὸ δὴ τὸ νεοτήσιον ἀποφύοντας ἄνθος, ὑψηλοὺς καὶ ἰσομέτρους ὥσπερ ὑπὸ κανόνα τὸ μέγεθος, ξίφει καθωπλισμένους τὴν δεξιὰν καὶ τὴν ὁρμὴν ἀνυποστάτους τυγχάνοντας, τούτους δὴ μεθ’ ἑαυτοῦ ὑφ’ ἑνὶ κινήσας συνθήματι, τῆς φάλαγγος προπηδᾷ, καὶ τὸν χαλινὸν ἐνδοὺς σὺν ἀλαλαγμῷ εὐθὺ τοῦ βασιλέως χωρεῖ, τῷ δεξιῷ βραχίονι μετέωρον τὴν τοῦ ξίφους ἐπέχων λαβὴν, ὡς αὐτίκα τούτῳ τὸν βασιλέα διαχειρισόμενος. Ὁ μὲν οὖν οὕτως καὶ μετὰ τοσούτου θάρσους ἐπὶ τὸν Βασίλειον ᾔει· ὁ δὲ προβέβλητο μὲν τῆς οἰκείας δυνάμεως, καὶ ξιφηφόρος εἱστήκει, θατέρᾳ δὲ τῶν χειρῶν τὴν εἰκόνα τῆς τοῦ Λόγου μητρὸς διηγκάλιστο, καρτερώτατον πρόβλημα τῆς ἀκαθέκτου ἐκείνου ὁρμῆς ταύτην ποιούμενος. Ὁ μὲν οὖν, οἷα δή τι νέφος ἀνέμοις σφοδροῖς ἐλαυνόμενον, τὸ πεδίον διακυμαίνων διῄει· ἐσηκόντιζον δὲ ἐς αὐτὸν οἱ ἐφ’ ἑκατέροις ἑστηκότες τοῖς κέρασι, βραχὺ δέ τι καὶ ὁ βασιλεὺς Κωνσταντῖνος δόρυ μακρὸν ἐπισείων προῄει τῆς φάλαγγος. Ὡς δ’ οὐ πολύ τι ἀποσπασθεὶς τῶν οἰκείων δυνάμεων, ἀθρόον τῆς ἕδρας ἐξολισθήσας κατὰ γῆς ἔρριπτο, ἐπὶ τούτῳ ἄλλος ἄλλῳ λόγος συμφύρεται· οἳ μὲν γὰρ αὐτὸν ὑπὸ τῶν ἀκοντιζόντων βεβλῆσθαί φασι καὶ κατὰ τῶν καιρίων τὴν πληγὴν ὑποστάντα πεσεῖν, οἳ δὲ σκότους φασὶν ἀθρόως ὑποπλησθέντα τὴν κεφαλὴν ἔκ τινος περὶ τὴν γαστέρα ταραχῆς καὶ κινήσεως, τό τε φρονοῦν ἀπολωλεκέναι καὶ τοῦ ἵππου καταπεσεῖν. Ὁ μέντοιγε βασιλεὺς Κωνσταντῖνος ἑαυτῷ τὴν τοῦ τυράννου ἐμεγαλαύχει ἀναίρεσιν· ὡς δὲ πολὺς κεκράτηκε λόγος, ἐπιβουλῇ τὸ πᾶν ἐγεγόνει, καὶ φάρμακον αὐτῷ κερασθὲν καὶ ποθὲν, περὶ τὴν κίνησιν ἀθρόον ἀναρραγὲν, τόν τε φρονοῦντα τοῦ ἐγκεφάλου τόπον κατέλαβεν, καὶ τὴν δίνησιν ἐπεποιήκει καὶ τὴν κατάπτωσιν. Ἦν δὲ τὸ μὲν σύνθημα Βασιλείου, ἡ δὲ ἐπίβουλος χεὶρ τοῦ τῷ τυράννῳ οἰνοχοοῦντος· ἐγὼ δὲ ταῦτα μὲν ἐν ἀδήλοις τίθημι, τῇ δὲ μητρὶ τοῦ Λόγου τὸ πᾶν ἀνατίθημι. Πίπτει γοῦν ὁ τέως ἄτρωτος καὶ ἀνάλωτος, θέαμα ἐλεεινὸν καὶ δακρύων ἄξιον. Εὐθὺς δ’ οὖν ὡς εἶδον αἱ φάλαγγες ἑκατέρωθεν, ἡ μὲν εὐθὺς διαιρεθεῖσα καὶ τὸ τῆς ὁμαιχμίας συνεχὲς διακόψασα, ὀπίσω τε ἐγεγόνει, καὶ φυγάδες ἅπαντες ὤφθησαν· οἱ δὲ περὶ τὸν βασιλέα, εὐθὺς πεσόντι τῷ τυράννῳ ἐπεισπηδήσαντες, τῶν Ἰβήρων διασκεδασθέντων, πολλαῖς κοπίσι διαμελίζουσι, καὶ τὴν κεφαλὴν ἐκτεμόντες τῷ Βασιλείῳ προσάγουσιν.

Renauld, E. (ed.), Michel Psellos, Chronographie ou histoire d’un siècle de Byzance (976-1077) 1 (Paris 1926), pp. 10.1-17.8.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>